Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τινα τοίνυν ἡμῖν ἐπὶ τοῦ παρόντος ἐκ τῶν προφητικῶν προρρήσεων εἰς τὴν εὐαγγελικὴν ἀπό-

v.3.p.3
δεῖξιν εὖ ἂν ἔχοι συντελεῖν καιρὸς ἂν εἴη λέγειν.

Χριστὸν ὀνομαστὶ καὶ θεοῦ λόγον ^ αὐτόν τε θεὸν καὶ κύριον, καί τινα μεγάλης βουλῆς ἄγγελον ἐπιδη- μήσειν ποτὲ εἰς ἀνθρώπους ἔφασαν, πάντων τε τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν Ἑλληνικῶν τε καὶ βαρβάρων διδάσκαλον ἀληθοῦς θεογνωσίας καὶ τῆς εἰς τὸν τῶν ὅλων δημιουργὸν θεὸν εὐσεβείας κατα- στήσεσθαι, fi τὸ εὐαγγελικὸν περιέχει κήρυγμα· καὶ τοῦτον αὐτὸν παιδίον ἔσεσθαι, καὶ υἱὸν ἀνθρώπου κληθήσεσθαι, γένος τε ὅθεν κατάξει, καί τινα ξένον ἐκ παρθένου τρόπον αὐτοῦ τῆς ἀποτέξεως, καὶ τό γε παραδοξότατον, ὅτι μὴ πᾶσι τοῖς ἐκ περάτων γῆς εἰσέτι σήμερον ἐπὶ θέαν σπεύδουσι βοώμενον τῆς ἐν Βηθλεὲμ γενέσεως αὐτοῦ χωρίον σιωπῇ δόντες πα- ρῆλθον, ἀλλὰ καὶ τοῦτο λευκοῖς ὀνόμασιν ἐξεβόησαν, ὥσπερ οὖν καὶ τοὺς χρόνους τῆς ἐπιφανείας αὐτοῦ, καθ’ οὓς ἀκριβῶς οὗτος ἐπεδήμει τῷ βίῳ, ὥσπερ φθάσαντες οἱ αὐτοὶ διὰ τῶν πραγμάτων ἐθέσπισαν.

πάρεστι δέ σοι μετὰ χεῖρας ἀναλαβόντι τὴν σπου- δὴν ἐν ὀφθαλμοῖς ἰδεῖν ἐν ταῖς δηλουμέναις προφη- τικαῖς προρρήσεσι πάσας ὁμοῦ περιεχομένας τὰς ὑπὸ τῶν θεσπεσίων εὐαγγελιστῶν μαρτυρουμένας αὐτοῦ δὴ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παραδό- ξουςθαυματουργίας, καὶ τὰ ἐνθέους αὐτοῦ καὶ παν- αρἐτους περὶ τῆς ἀληθοῦς εὐσεβείας διδασκαλίας.

καὶ τί δεῖ θαυμάζειν, ὅτε καὶ τὸν νέον τῆς εὐσε- βείας τρόπον τὸν πρὸς αὐτοῦ πᾶσιν ἀνθρώποις κατηγ- κατηγγελμένον διαρρήδην ἀνακηρύττουσι, κλῆσίν τε μαθη- τῶν αὐτοῦ καὶ καινῆς διαθήκης διδασκαλίαν.

ναὶ so μὴν ἐπὶ τούτοις καὶ τὰς Ἰουδαίων εἰς αὐτὸν ἀπιστίας καὶ ἀντιλογίας ἀρχόντων τε ἐπαναστάσεις, διδασκά- διδασκάλων φθόνους, ἑνὸς μαθητοῦ προδοσίαν, ἐχθρῶν δια-

v.3.p.4
βολὰς, συκοφαντῶν κατηγορίας, δικαστῶν κατακρίσεις, ὕβρεις ἀτίμους, μάστιγας ἐκτόπους, δυσφήμους λοιδορίας, ἐπὶ πᾶσι τὸν ἐπονείδιστον θάνατον, αὐτοῦ τε ἐπὶ τούτοις σιωπὴν θαυμάσιον, πραότητά τε καὶ καρτερίαν 5 ἀμήχανόν τε ὅσην ὑπομονὴν καὶ ἀνεξικακίαν.

ταῦτα δὲ πάντα ἄντικρυς περὶ ἑνὸς ἐν ὑστάτοις ποτὲ χρόνοις ἥξοντος καὶ τοιαῦτα ἐν ἀνθρώποις πεισομένου σαφῶς δι’ ὧν προειλήφασι τὰ παλαίτατα Ἑβραίων παρίστησι λόγια, ἐπιμαρτυρούμενα τὴν μετὰ θάνατον ἐκ νεκρῶν ἀναβίωσιν τοῦ δηλουμένου, τὴν τοῖς αὐτοῦ μαθηταῖς φανέρωσιν, τὴν τοῦ θείου πνεύματος εἰς αὐτοὺς μετάδοσιν, τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ, τὴν πατρὸς ἕνθρονον βασιλείας ἵδρυσιν, τὴν ἐπὶ συντελείᾳ τοῦ βίου δεντέραν αὖθις ἐσομένην ἔνδοξον αὐτοῦ παρουσίαν.

ἐπὶ πᾶσι τούτοις θρήνους ἀκούσῃ καὶ ὀλοφυρμοὺς ἑκάστου τῶν προφητῶν διαφόρως ὀλοφυρομένου καὶ ἀποκλαιομένου ὅσα τὸ Ἰουδαίων ἔθνος τῆς εἰς τὸν προκηρυχθέντα δυσσεβείας ἕνεκα μετελεύσεσθαικακὰ ἔμελλεν, ὡς τὸ βασίλειον αὐτῶν ἄνωθεν ἐκ πατέρων εἰς ἐκείνους διαρκέσαν τοὺς καιροὺς παντελῆ καθαίρεσιν μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν αὐτῶν ὑπομενεῖ, ὡς οἶ πάτριοι αὐτῶν νόμοι καταλυθήσονται, ὡς τῆς παλαιᾶς θρησκείας αὐτῶν ἀποστερήσονται, ὡς τῆς ἐκ προγόνων αὐτονομίας ἐκπεσοῦνται, ὡς ἀντ’ ἐλευθέρων δοῦλοι τῶν ἐχθρῶν καταστήσονται, ὡς ἡ βασιλικὴ μητρόπολις αὐτῶν πυρίκαυστος γενήσεται, ὡς τὸ σεμνὸν αὐτῶν καὶ ἁγνὸν ἱερὸν ἐμπρησμὸν καὶ ἐσχάτην ἐρημίαν ὑπομενεῖ, ὡς ἀντὶ τῶν πάλαι οἰκητόρων ὑπὸ ἀλλοφύλων ἐθνῶν ἡ πόλις αὐτῶν κατοικισθήσεται, κισθήσεται, ὡς εἰς πάντα τὰ ἔθνη καθ’ ὅλης οἰκουμένης διασπαρήσονται, ὡς οὐκέτ’ αὐτοῖς ἡ τῶν κακῶν

v.3.p.5
παῦλα οὐδέ τις ἀνάπνευσις τῶν συμφορῶν ἐλπισθήσεται, ἃ καὶ τυφλῷ, φασὶ, δῆλα, εἰσέτι νῦν τὴν τῶν λόγων ὄψιν αὐτοῖς ἔργοις ἐνδείκνυται, ἐκ πρώτης αὐτῆς ἡμέρας ἐξ ἧς ἀθέους ἤραντο κατὰ Χριστοῦ χεῖρας τὴν τῶν κακῶν ἀρχὴν εἰς ἑαυτοὺς ἐπισπώμενοι.

οὐκ ἦν δ’ ἄρα τοῖς θεσπεσίοις ἀνδράσιν ἐπὶ σκυθρωποῖς τὰ τῶν προρρήσεων ἱστάναι, οὐδὲ μέχρι τῶν λυπηρῶν ἐπιτείνεσθαι τὴν πρόγνωσιν, ἀλλὰ γὰρ εἰς τὸ φαιδρὸν μεταβάλλοντες αὖθις ἀγαθῶν ἀγγελίας ἀθρόως ἅπασιν ἀνθρώποις ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ προεκήρυττον, ἀντὶ τῆς ἑνὸς ἔθνους ἀποβολῆς βολῆς πᾶν ἔθνος καὶ γένος ἀνθρώπων θεογνωσίαν εὐαγγελιζόμενοι, καὶ δαιμόνων ἀποφυγὴν, ἀγνωσίας τε καὶ πλάνης ἀπαλλαγὴν, φωτός τε καὶ εὐσεβείας ἀνάλαμψιν, καὶ ὡς οἱ τοῦ Χριστοῦ μαθηταὶ τὸν πάντα κόσμον τῆς αὐτοῦ διδασκαλίας ἐμπλήσουσιν, ὅπως τε εἰς πάντας ἀνθρώπους τὸ εὐαγγέλιον αὐτῶν κηρυχθήσεται καινόν τινα καὶ ξενίζοντα τρόπον εὐσεβείας περιέχον, καὶ ὡς ἐκκλησίαι Χριστοῦ δι’ αὐτῶν ἐν ὅλοις τοῖς ἔθνεσι συστήσονται, καὶὡς ἑνὸς ὁ Χριστιανῶν λαὸς καθ’ ὅλης τῆς οἰκουμένης ὀνομασθήσεται, καὶ ὡς αἱ τῶν κατὰ χρόνους ἀρχόντων τε καὶ βασιλέων κατὰ τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἐπαναστάσεις οὐδὲν εἰς τὸ καθελεῖν αὐτὴν, ὡς ἂν ὑπὸ τοῦ θεοῦ κραταιουμένην, ἰσχύσουσι.

τοσούτων διὰ τῶν καθ’ Eβραίους θεολόγων ἀναπεφτονημένων καὶ εἰς δεῦρο πᾶσιν εἰς φανερὸν τὰς ἐκβάσεις ἐπιδεικνυμένων, τίς οὐκ ἂν τὸ ἔνθεον ἀποθαυμάσειρ τῶν ἀνδρῶν; τίς δ’ οὐχὶ τῆς κατ’ αὐτοὺς θεοσεβείας καὶ φιλοσοφίας τὰ μαθήματά τε καὶ τὰ δόγματα κύρια καὶ ἀληθῆ εἶναι ὁμολογήσει, τὴν ἀπόδειξιν παρεχόμενα οὐκ ἐν λέξεσι κεκομψευμέναις, οὐδ’ ἐν δεινό-

v.3.p.6
τητι λόγων, ἢ κακοτέχνοις ἀπάταις συλλογισμῶν, ἐν ἁπλῇ δὲ καὶ ἀπανούργῳ διδασκαλίᾳ, ἧς τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς ἀληθείας ἡ τῶν θεσπεσίων αὐτῶν ἐκείνων ἀνδρῶν ἀρετή τε καὶ θεογνωσία παρίστησιν ;

οἶ γοῦν τὰ μακροῖς αἰῶσιν ὕστερον εἰς φῶς ἐλ- θοντα πόρρωθεν μυρίοις ἄνωθεν χρόνοις οὐκ άνθρω- πίνῳ, θείῳ δὲ πνεύματι κατοπτεῦσαι δεδυνημένοι, πῶς οὐκ ἄξιοι ἂν εἶεν καὶ περὶ ὧν τοὺς φοιτητὰς ἐξεπαίδευον δογμάτων πιστεύεσθαι; εὖ μὲν οὖν οἶδα ἀκριβῶς ὅτι πρόχειρον ἅπασι τοῖς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν ὡς ἂν αὐτὸν ἀληθῶς ὄντα τὸν Χριστὸν τοῦ θεοῦ γνησίως παραδεδεγμένοις, πρῶτον μὲν πείθειν αὐτοὺς δοκεῖν ὅτι μὴ ἄλλως εἰς αὐτὸν πεπιστεύκασιν ἢ ταῖς περὶ αὐτοῦ προφητικαῖς μαρ- τυρίαις ἀκολούθως· ἔπειτα τοῦτ’ αὐτὸ καὶ πᾶσιν, οἷς ἂν εἰς λόγους καταβαίνοιεν, προβάλλεσθαι, μὴ μὴν ῥᾳδίως τὸ ἐπάγγελμα πιστοῦσθαι ταῖς ἀποδείξεσι δύνασθαι.

ὅθεν ἀναγκαίως ἐπὶ τοῦτ’ αὐτὸς παρελθὼν, σὺν θεῷ βοηθῷ, κατὰ τὰ ἐπηγγελμένα τὴν ἐντελῆ πάσης τῆς Εὐαγγελικῆς Ἀποδείξεως πραγματείαν ἐξ αὐτῶν ἐκείνων τῶν παρ’ Ἑβραίοις θεολόγων παραστήσασθαι πειράσομαι. σπουδαιολογεῖται δέ μοι ἡ γραφὴ οὐχ, ὡς ἄν τις φαίη, κατὰ Ἰουδαίων, ἄπαγε, πολλοῦ γε καὶ δεῖ, πρὸς αὐτῶν μὲν οὖν, εἰ εὐγνωμονοῖεν, τυγχάνει· συνίστησι γὰρ τὰ μὲν Χριστιανῶν διὰ τῆς ἀνέκαθεν προρρήσεως ἐπιμαρτυρίας, τὰ δ’ ἐκείνων διὰ τῆς τῶν παρ’ αὐτοῖς προφητειῶν ἀποτελεσματικῆς συμπληρώσεως.

ἁρμόσειε δ’ ἂν καὶ παισὶν Ἑλλήνων, εἰ εὐγνωμονοῖεν, διὰ τῆς παραδόξου τῶν μελλόντων προγνώσεως, τῆς τε τῶν πραγμάτων κατὰ τἀς προρρήσεις ἐκβάσεως, ὁμοῦ μὲν τὸ ἔνθεον καὶ ἀψευδὲς τῆς καθ’

v.3.p.7
ἡμᾶς ἀληθείας ἐπιδεικνυμένη, ὁμοῦ δὲ καὶ τὰς τῶν ψευδηγόρων γλώττας ἐπιστομίζουσα διὰ τῆς λογικω- τέρας ἀποδείξεως, ἧς οὐδαμῶς ἡμῖν οἱ συκοφάνται μετεῖναι διατείνονται, εὖ μάλα ὁσημέραι ταῖς καθ’ ἡμῶν διατριβαῖς κατὰ κράτος ἐπεντριβόμενοι. οὐδὲν γοῦν ἡμᾶς δύνασθαί φασι δι’ ἀποδείξεως παρέχειν, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς ἡμῖν προσιόντας.

καὶ πρὸς οὑν τὴν τοιαύτην διαβολὴν οὐκ ἂν γένοιτο ἡμῖν ἄλογος ἡ παροῦσα πραγματεία, ναὶ μὴν καὶ τῶν ἀθέων αἱρέσεων τὰς κατὰ τῶν θείων προφητῶν ψευδοδοξίας τε καὶ βλασφημίας ἀπελέγξει διὰ τῆς πρὸς τὰ νέα τῶν παλαιῶν συμφωνίας.

τὴν μὲν οὖν μακροτέραν καὶ διεξοδικὴν τῶν προφητικῶν φωνῶν ἑρμηνείαν τανῦν ὁ λόγος ὑπερθήσεται, τοῖς βουλομένοις τούτων ἐξετάζειν καταλιπὼν, οἱ οἶοί τ’ ἂν εἶεν εἰπεῖν τὸν τρόπον, διδασκάλῳ δὲ χρώμενος παραγγέλματι θείῳ φάσκοντι “ κεφαλαίωσον ἐν ὀλίυοις πολλά” τοῦτο ζηλῶσαι φιλοτιμήσεται, αὐτὸ μόνον ἀφορμὰς τῆς εἰς τόπους θεωρίας καὶ τῶν εἰς τὸ προκείμενον κατεπειγόντων τὴν εἰς τὸ σαφὲς ἑρμηνείαν παραθησόμενος.

Ἅλις μὲν δὴ προοιμίων · ἤδη δὲ καὶ τῶν ἀποδείξεων ἄρξομαι. ἐπειδὴ πολὺς ἦν ἐπιρρέων καθ’ ἡμῶν ὁ τῶν συκοφαντῶν ὄχλος, μηδὲν δύνασθαι φάσκων δι’ ἀποδείξεων ἐναργὲς ἀληθείας παρέχειν δεῖγμα,. πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς ἡμῖν προσιόντας, τούτους δὲ καὶ πείθειν οὐδὲν πλέον ἢ σφὰς αὐτοὺς θρεμμάτων ἀλόγων δίκην μύσαντας εὖ καὶ ἀνδρείως ἕπεσθαι δεῖν ἀνεξετάστως ἅπασι τοῖς παρ’ ἡμῶν λεγομένοις, παρ’ ὃ καὶ πιστοὺς χρηματί- [*](17 Sir. 32, 9.)

v.3.p.8
ζεῖν τῆς ἀλόγου χάριν πίστεως, εἰκότως διελὼν τὰς καθ’ ἡμῶν διαβολὰς ἐν τῇ Προπαρασκευῇ τοῦ παν- τὸς λόγου πρώτην μὲν τὴν τῶν πολυθέων ἐξεθέμην ἐθνῶν, ἐπεγκαλούντων ἡμῖν ὅτι δὴ τῶν πατρίων θεῶν ἀποστάται κατέστημεν, ἐπὶ μέγα φαμένων τε ὅτι τὰ βάρβαρα τῶν Ἑλλήνων προτετιμήκαμεν, τὰ παρ’ Ἑβραίοις ἀσπασάμενοι λόγια ’

δευτέραν δὲ τὴν αὐτῶν Ἰουδαίων κατηγορίαν, δι’ ἧς καὶ αὐτοὶ δόξαιεν ἂν ἡμῖν ἐνδίκως ἐπιμέμφεσθαι, ὅτι δὴ ταῖς αὐτῶν γραφαῖς καταχρώμενοι οὐ τὸν ὅμοιον αὐτοῖς μέτιμεν τοῦ βίου τρόπον.

τούτων δ’ οὕτως ἡμῖν διευκρι- νημἐνων πρὸς μὲν τὴν πρώτην, ὡς οἷόν τε ἦν, διὰ Εὐαγγελικῆς Προπαρασκευῆς ἀπηντήσαμεν,ἙA·λη- νες μὲν εἶναι τὸ πρὶν ὁμολογήσαντες καὶ ἐξ ἑτέρων ἐθνῶν τὰ Ἑλλήνων πεφρονηκότες, ἐκ πατέρων τε τῇ πολυθέῳ πλάνῃ δεδουλωμένοι, οὐ μὴν μέντοι ἀλόγῳ καὶ ἀνεξετάστῳ ὁρμῇ, κρίσει δὲ καὶ σώφρονι λογισμῶ μετατιθέμενοι, τήν τε περὶ τὰ Ἑβραίων λόγια σπου- δὴν κεκριμένως ἡμῖν καὶ εὐλόγως γεγενημένην παρα- στήσαντες.

πρὸς δὲ τὴν δευτέραν ὥρα νῦν φρά- ξασθαι καὶ τὸ λεῖπον ἐπελθεῖν σκέμμα· τοῦτο δ’ ἦν πρὸς τοὺς ἐκ περιτομῆς ^ οὔπω καὶ νῦν ἐξητασμένον, ἐνταῦθα δέ που κατὰ καιρὸν ἐν τοῖς σπουδαζομένοις τῆς Εὐαγγελικῆς Ἀποδείξεως ἀναπληρωθησόμενον.

φέρε οὖν τὸν ἁπάντων Ἰουδαίων τε καὶ Ελλήνων θεὸν δι’ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν ἐπικαλεσάμενοι πρῶτον ἐκεῖνο διασκεψώμεθα, τίς ὁ τρόπος τυγχάνει τῆς καθ’ ἡμᾶς αὐτοὺς θεοσεβείας· ἐν ταὐτῷ δὲ καὶ τῶν ἐπιζητουμένων ἁπάντων ἐπιθήσομεν τὰς λύσεις.