De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

Ἤδη δὲ καὶ εἰς πέμπτον ἔτος τοῦ διωγμοῦ παραταθέντος, μηνὸς δευτέρᾳ Ξανθικοῦ, ἥτις ἐστὶ πρὸ τεσσάρων Νώνων Ἀπριλλίων, ἐν αὐτῇ κυριακῇ ἡμέρᾳ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως, αὖθις ἐπὶ τῆς Καισαρείας Θεοδοσία τῶν ἀπὸ Τύρου παρθένος, πιστὸν καὶ σεμνότατον κόριον, οὐδ᾿ ὅλως ἐτῶν ὀκτωκαίδεκα, δεσμίοις τισὶ καὶ αὐτοῖς τὴν Χριστοῦ βασιλείαν ὁμολογοῦσι, πρό τε τοῦ δικαστηρίου καθεζομένοις, πρόσεισιν ὁμοῦ φιλοφρονουμένη, καὶ οἷα εἰκὸς ὑπὲρ τοῦ μνημονεύειν αὐτῆς πρὸς τὸν κύριον γενομένους παρακαλοῦσα.

τοῦτο δὲ πράξα-

v.4.p.396
σαν ὥσπερ ἀνόσιόν τι καὶ ἀσεβὲς εἰργασμένην ἀφαρπάσαντες στρατιῶται ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα. αὐτίκα δ’ οὗτος ἅτε τις ἐμμανὴς καὶ τὸν θυμὸν θηριωδέστατος δειναῖς καὶ φρικτοτάταις βασάνοις κατὰ πλευρῶν καὶ μαζῶν μέχρι καὶ αὐτῶν ὀστέων αἰκισάμενος. ἔμπνουν ἔτ’ αὐτὴν, ὅμως δ’ οὖν πρὸς ἅπαντα γεγηθότι καὶ φαιδρῷ ἱσταμένην προσώπῳ, τοῖς θαλαττίοις κύμασιν ἐμβληθῆναι προστάττει. εἶτ’ ἐξ αὐτῆς ἐπὶ τοὺς λοιποὺς μεταβὰς προστάττει. τοῖς κατὰ Φαίνω τῆς Παλαιστίνης χαλκοῦ μετάλλοις τοὺς πάντας παραδίδωσιν.

ἐπὶ τούτοις, Δίου μηνὸς πέμπτῃ, κατὰ δὲ Ῥωμαίους Νώναις ἐπὶ τῆς αὐτῆς πόλεως τοὺς ἀμφὶ Σιλβανὸν, ἔτι δὴ τότε ὄντα πρεσβύτερον ὁμολογήσαντα, ὃν οὐκ εἰς μακρὸν ὕστερον ἐπισκοπῇ τιμηθῆναί τε καὶ μαρτυρίῳ συνέβη τελειωθῆναι, γενναιοτάτην ἔνστασιν τὴν ὑπὲρ εὐσεβείας ἐπιδειξαμένους τοῖς εἰς τὸ αὐτὸ χαλκοῦ μέταλλον πόνοις ὁ αὐτὸς ἐγκρίνει, καυτῆρσι πρότερον τῶν ποδῶν τὰς ἀγκύλας αὐτοῖς ἀχρειωθῆναι προστάξας.

ἅμα δὲ τῇ κατὰ τούτων ἀποφάσει ἄνδρα μυρίαις ἄλλαις ὁμολογίαις διαπρέψαντα, Δομνῖνος ἦν οὗτος, ὁ διὰ περιττὴν ἐλευθερίαν τοῖς κατὰ Παλαιστίνην ἅπασι γνωριμώτατος, τῇ διὰ πυρὸς ἐκδίδωσι κολάσει· μεθ’ ὃν ὁ αὐτὸς δικαστὴς, δεινὸς ἐπινοητής τις ὢν κακίας, καὶ τῶν κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπιχειρημάτων καινουργὸς, τὰς μηδ’ ἀκουσθείσας πώποτε κατὰ τῶν θεοσεβῶν ἐπενόει τιμωρίας, καὶ τρεῖς μὲν εἰς τὸ μονομαχεῖν ἐπὶ πυγμῇ καταδικάζει, Αὐξέντιον δὲ, σεμνὸν καὶ ἱερὸν πρεσβύτην, θηρίοις βορὰν παραδίδωσιν, ἄλλους δ’ αὗ πάλιν τελείων ἀνδρῶν φέροντας ἡλικίαν εἰς εὐνούχους ἐκτεμὼν τοῖς αὐτοῖς

v.4.p.397
κατακρίνει μετάλλοις, ἑτέρους δ’ αὖ πάλιν μετὰ χαλεπὰς βασάνους δεσμωτηρίῳ καθείργνυσιν, ἐν οἷς καὶ ὁ πάντων ἐμοὶ γοῦν ποθεινότατος ἑταίρων Πάμφιλος ἦν, τῶν καθ’ ἡμᾶς μαρτύρων ἀνὴρ πάσης ἕνεκεν ἀρετῆς ἐπιδοξότατος.

τούτου τὴν ἐν ῥητορικοῖς λόγοις φιλοσόφοις τε μαθήμασιν ἀπόπειραν πρότερον ὁ Οὐρβανὸς λαβὼν, εἶθ’ ὕστερον θύειν καταναγκάσας, ὡς ἀνανεύοντα καὶ μηδ’ ὅλως ἐν λόγῳ τὰς ἀπειλὰς ἐώρα τιθέμενον, τὸ πανύστατον ἀγριάνας, σφοδροτέραις αὐτὸν αἰκίζεσθαι προστάττει βασάνοις.

καὶ δὴ ταῖς κατὰ τῶν πλευρῶν αὐτοῦ δι’ ἐπιμόνων καὶ φιλονείκων ξυστήρων ὁ θηριωδέστατος μονονουχὶ ἐμφορηθεὶς, αἰσχύνην γε μὴν ἐπὶ πᾶσι καταχεάμενος, τοῖς ἐν τῷ δεσμωτηρίῳ καὶ αὐτὸν ὁμολογηταῖς καταλέγει.

ἐπὶ δὲ τῇ κατὰ τῶν ἁγίων ὠμότητι ὁποίας ἀμοιβῆς παρὰ τῇ θείᾳ δίκῃ τεύξεται, τοσαῦτα κατὰ τῶν Χριστοῦ μαρτύρων ἐμπαροινήσας, διαγνῶναι ῥᾴδιον ἐκ τῶν τῇδε προοιμίων, δι’ ὧν εὐθὺς καὶ οὐκ εἰς μακρὸν τοῖς κατὰ τοῦ Παμφίλου τετολμημένοις αὐτὸν ἔτι τῆς ἡγεμονίας ἐχόμενον ἡ θεία μετῆλθεν δίκη, ἀθρόως οὕτως τὸν χθὲς ἄνω που ἐφ’ ὑψηλοῦ βήματος δικάζοντα, καὶ πρὸς τοῦ στρατιωτικοῦ δορυφορούμενον στίφους. ὅλου τε τοῦ στρατιωτικοῦ ἔθνους ἐπάρχοντα, ὁμοδίαιτόν τε οἷα φίλτατον καὶ ὁμοτράπεζον αὐτῷ τῷ τυράννῳ καθεστῶτα, διὰ μιᾶς γυμνώσασα νυκτὸς, καὶ τῶν τοσούτων ἀξιωμάτων ἔρημον καταστήσασα, ἀτιμίαν τε καὶ αἰσχύνην ἐπὶ τῶν πρότερον ὡσὰν ἄρχοντα αὐτὸν τεθηπότων καταχέασα, δειλόν τε καὶ ἄνανδρον, γυναικώδεις τε προι·έμενον φωνὰς καὶ ἱκεσίας ὅλω τῷ ἔθνει, οὗ δὴ καὶ ἦρχεν, αὐτόν τε τὸν Μαξιμῖνον, ἐφ’ ᾧ τὸ πρὶν γαυριῶν

v.4.p.398
ἐφρυάττετο, ὡσὰν διαφερόντως αὐτὸν τῶν δρωμένων αὐτῷ καθ᾿ ἡμῶν ἕνεκα στέργοντι, δικαστὴν ἀπηνῆ καὶ ὠμότατον ἐπ᾿ αὐτῆς τῆς Καισαρείας καταστήσασα, ὡς καὶ τὴν ἐπὶ θανάτῳ κατ᾿ αὐτοῦ ψῆφον ἐξενεγκεῖν, μετὰ πολλὴν τὴν ἐφ᾿ οἷς ἐξηλέγχετο ἀτοπήμασιν αἰσχύνην.

ἀλλὰ τοῦτο μὲν ὁδοῦ πάρεργον ἡμῖν εἰρήσθω· γένοιτο δ᾿ ἂν προσήκων καιρὸς, ἐν ᾧ τῶν δυσσεβῶν, οἳ μάλιστα καθ᾿ ἡμῶν ἐστρατεύσαντο, αὐτοῦ τε τοῦ Μαξιμίνου καὶ τῶν ἀμφ᾿ αὐτὸν τὰ τέλη καὶ τῶν βίων τὰς καταστροφὰς ὁ λόγος ἡμῖν ἐπὶ σχολῆς περιλήψεται.