De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

Τετάρτῳ γε μὴν τοῦ καθ’ ἡμῶν ἔτει διωγμοῦ, πρὸ δώδεκα Καλανδῶν Δεκεμβρίων, ἣ γένοιτ’ ἂν μηνὸς Δίου εἰκάδι, προσαββάτου ἡμέρᾳ, κατὰ

v.4.p.394
τὴν αὐτὴν Καισάρειαν, γραφῆς ὡς ἀληθῶς ἄξιον, αὐτοῦ δὴ τοῦ τυράννου Μαξιμίνου παρόντος καὶ θέας τοῖς πλήθεσι φιλοτιμουμένου κατὰ τὴν λεγομένην αὐτοῦ γενέθλιον ἡμέραν, ἀπετελέσθη τοιοῦτον.

ἔθους τὸ πρὶν ὄντος ἐπὶ βασιλέων, εἰ καὶ ἄλλοτε, τὰς φιλοτίμους θέας πλείους τοῖς θεαταῖς ἐμπαρέχειν, θυμηδίας καινῶν καὶ ξένων τά τε συνήθη παραλλαττόντων τῶν θεαμάτων, ζῴων ἔσθ’ ὅπη τῶν ἐξ Ἰνδίας ἢ Αἰθιοπίας ἢ καὶ ἄλλοθεν εἰσκομιζομένων, ἢ καὶ ἀνδρῶν ἐντέχνοις τισὶ σωμασκίαις παραδόξους ψυχαγωγίας τοῖς ὁρῶσιν ἐνδεικνυμένων, πάντως που καὶ τότε, οἷα βασιλέως τὰς θέας παρέχοντος, πλέον τι καὶ παράδοξον χρῆν ὑπάρξαι ταῖς φιλοτιμίαις.

τί τοίνυν τοῦτο ἦν; μάρτυς τοῦ καθ’ ἡμᾶς δόγματος παρήγετο εἰς μέσον, τῆς μόνης καὶ ἀληθοῦς εὐσεβείας ὑπεραγωνιζόμενος. Ἀγάπιος οὗτος ἦν, ὁ δεύτερος ἅμα τῇ Θέκλᾳ θηρσὶν ἐπὶ βορᾷ δεδόσθαι μικρῷ πρότερον δεδηλωμένος, ὃς δὴ καὶ ἄλλοτε δεσμωτηρίου τρίτον καὶ πολλάκις ἅμα κακούργοις ἐμπομπεύσας τῷ σταδίῳ, ἀεί γε μὴν κατὰ χρόνους τοῦ δικαστοῦ μετὰ τὰς ἀπειλὰς, ἤτοι κατ’ οἶκτον ἢ κατ’ ἐλπίδα τοῦ μεταθήσεσθαι τῆς προθέσεως, εἰς ἑτέρους αὐτὸν ἀγῶνας ὑπερτιθεμένου, τότε δὴ βασιλέως ἐπιπαρόντος ἤγετο, ὥσπερ ἐπίτηδες εἰς ἐκεῖνο τοῦ καιροῦ πεφυλαγμένος, ὥστ’ ἂν κἀκεῖνο τὸ σωτήριον ῥῆμα, ὃ τοῖς μαθηταῖς θείᾳ γνώσει προηγόρευεν, ὡς ἄρα καὶ ἐπὶ βασιλέων ἀχθήσονται ἕνεκεν τῆς εἰς αὐτὸν μαρτυρίας, καὶ ἐπ’ αὐτοῦ πληρωθείη.