De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

ἀλλὰ γὰρ οὐδὲ πρὸς ταῦτα ἐνδοὺς, ἡττημένων ἤδη καὶ μόνον οὐκ ἀπειρηκότων πρὸς τὴν ὑπὲρ ἄνθρωπον καρτερίαν αὐτοῦ τῶν ἀντιπάλων, δεσμοῖς εἴρυνυται, τριταῖός τε αὖ προσαχθεὶς τῷ δικαστῇ καὶ τὴν αὐτὴν ὁμολογήσας πρόθεσιν, καίτοιγε λοιπὸν ἡμιθνὴς ὑπάρχων, ὑποβρύχιος θαλάττῃ παραδίδοται.

τὰ δ’ ἐπὶ τούτοις παραχρῆμα γενόμενα ῥηθέντα μὲν οὐκ ἀπεικὸς παρὰ τοῖς μὴ ὄψει παρειληφόσιν ἀπιστηθήσεσθαι, ἡμὰς δ’ οὖν καίπερ τοῦτ’ ἀκριβῶς εἰδότας οὐχ αἱρεῖ λόγος μὴ οὐχὶ ἐκ παντὸς παραδοῦναι τῷ λόγῳ τὴν ἱστορίαν, τῷ καὶ μάρτυρας εἶναι τοῦ γεγενημένου ἁπλῶς εἰπεῖν ἅπαντας τοὺς τὴν Καισάρειαν οἰκοῦντας. οὐδεμία γοῦν ἡλικία τῆς παραδόξου ταύτης ἀπελείφθη θέας.

αὐτίκα γοῦν ὡς ἐδόκει μάλιστα κατὰ μέσου πελάγους ἐν ἀπείροις βυθοῖς τὸν ἱερὸν ὄντως ἐκεῖνον καὶ τρισμακάριον ἐμβαλεῖν, κλόνος ἀθρόως οὐχ ὁ τυχὼν καὶ βρασμὸς αὐτήν τε τὴν θάλασσαν καὶ τὸ περιέχον ἅπαν διαχεῖ, ὡς καὶ τὴν γῆν καὶ τὴν πόλιν ἅπασαν πρὸς τοῦ γενομένου σεισθῆναι. ἅμα δὲ τῷ παραδόξῳ τούτῳ καὶ ἀθρόῳ σεισμῷ τοῦ θείου μάρτυρος τὸν νεκρὸν ἡ θάλαττα, ὥσπερ μὴ οἵα τε οὖσα φέρειν αὐτὸν, πρὸ τῶν τῆς πόλεως ἐκβράσσει πυλῶν. καὶ τοιαῦτα μὲν ἦν τὰ κατὰ τὸν θεσπέσιον Ἀπφιανὸν, Ξανθικοῦ μηνὸς δευτέρᾳ, ἥτις ἂν εἴη πρὸ τεσσάρων Νώνων Ἀπριλλίων, ἡμέρᾳ παρασκευῆς τελειωθέντα.