De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

Δευτέρου δ’ ἔτους διαλαβόντος, καὶ δὴ σφοδρότερον ἐπιταθέντος τοῦ καθ’ ἡμῶν πολέμου, τῆς ἐπαρχίας ἡγουμένου τηνικάδε Οὐρβανοῦ, γραμμάτων τούτῳ πρῶτον βασιλικῶν πεφοιτηκότων, ἐν οἷς καθολικῷ προστάγματι πάντας πανδημεὶ τοὺς κατὰ πόλιν θύειν τε καὶ σπένδειν τοῖς εἰδώλοις ἐκελεύετο, Τιμόθεος ἐν Γάζῃ πόλει τῆς Παλαιστίνης μυρίας ἀνατλὰς βασάνους, ἐπὶ πάσαις λεπτῷ καὶ μαλθακῷ πυρὶ παραδοθεὶς, δοκιμὴν γνησιωτάτην

v.4.p.387
τῆς περὶ τὸ θεῖον γνησιωτάτης εὐσεβείας διὰ τῆς πρὸς πάντα ὑπομονῆς παρασχὼν, τὸν τῶν ἱερονικῶν τῆς θεοσεβείας ἀθλητῶν στέφανον ἀπηνέγκατο. τούτῳ δ’ ἅμα γενναιοτάτην ἔνστασιν ἐπιδειξάμενοι Ἀγάπιος καὶ ἡ καθ’ ἡμᾶς Θέκλα θηρίοις εἰς βορὰν κατεδικάσθησαν.

τὰ ἐπὶ τούτοις τίς ἰδὼν οὐκ ἐθαύμασεν, ἡ· καὶ ἀκοῇ μαθὼν οὐκ ἐξεπλάγη; πάνδημον γάρ τοι τῶν ἐθνῶν ἑορτὴν καὶ συνήθεις θέας ἀγόντων, μετὰ τῶν ἄλλως αὐτοῖς σπουδαζομένων καὶ τοὺς ἀρτίως θηρίοις κατακριθέντας πολὺς ἦν ὁ λόγος ἐπιδείξεσθαι τὸν ἀγῶνα.

αὐξούσης δῆτα καὶ πλεοναζούσης παρὰ πᾶσι τῆς φήμης νεανίαι τὸν ἀριθμὸν ἴξ, ὧν ὁ μὲν Ποντικὸς τὸ γένος ἦν, ὄνομα Τιμόλαος, ὁ δ’ ἐκ Τριπόλεως τῆς Φοινίκης, Διονύσιος ἐκαλεῖτο, ἕτερος δ’ αὐτῶν τῆς ἐν Διοσπόλει παροικίας ὑποδιάκονος, Ῥωμύλος ἦν καὶ τούτῳ προσηγορία, δύο τε ἐπὶ τούτοις Αἰγύπτιοι, Πάησις καὶ Ἀλέξανδρος, καὶ ἄλλος τούτῳ συνώνυμος Ἀλέξανδρος τῶν ἀπὸ Γάζης, ἐπὶ τὸ κυνηγέσιον ἀνιέναι μέλλοντι τῷ Οὐρβανῷ, ἐνδήσαντες πρότερον τὰς αὐτῶν χεῖρας, ὡς ἂν τὴν ἄγαν σημήνειαν περὶ τὸ μαρτύριον προθυμίαν, δρομαῖοι προσίασι, Χριστιανοὺς σφᾶς ὁμολογοῦντες, διά τε τῆς πρὸς πάντα τὰ δεινὰ παρατάξεως, ὅτι μηδὲ τὰς τῶν θηρίων ἐπιβολὰς οἶ τὴν εἰς τὸν τῶν ὅλων θεὸν εὐσέβειαν αὐχοῦντες κατεπτήχασιν, ἐπιδεικνύμενοι.

αὐτίκα μὲν εἰς οὐ τὴν τυχοῦσαν κατάπληξιν αὐτόν τε τὸν ἄρχοντα καὶ τοὺς ἀμφ’ αὐτὸν καταστήσαντες δεσμωτηρίῳ καθείργνυνται, μετ’ οὐ πολλὰς δὲ ἡμέρας δυοῖν αὐτοῖς ἄλλων καταλεγέντων, τοῦ μὲν καὶ πρὸ αὐτῶν δειναῖς καὶ ποικίλαις ἤδη πρότερον καθ’ ἑτέρας ὁμολογίας ἐναθλήσαντος βασάνοις, Ἀγάπιος

v.4.p.388
καὶ αὐτῷ ὄνομα ἠν, τοῦ δὲ τὰς τοῦ σώματος αὐτοῖς χρείας διακονουμένου, ὄνομα δὲ καὶ τούτῳ Διονύσιος, οἱ πάντες ὀκτὼ γενόμενοι τὸν ἀριθμὸν ἐν ἡμέρᾳ μιᾷ τὰς κεφαλὰς αὖθις ἐπ’ αὐτῆς Καισαρείας ἀποτέμνονται, Δύστρου μηνὸς ἡμέρᾳ τετράδι καὶ εἰκάδι, ἡ πρὸ ἐννέα Καλανδῶν Ἀπριλλίων καὶ αὐτὴ οὔσα ἐτύγχανεν.

ἐν τούτῳ μεταβολή τις τῶν κρατούντων, αὐτοῦ δὴ τοῦ πάντων ἀνωτάτω καὶ τοῦ μετ’ αὐτὸν δευτέρου, ἐπὶ τὸ ἰδιωτικὸν σχῆμα γίνεται, νοσεῖν τε αὐτοῖς ἄρχεται τὰ κοινά.

μικρὸν δ’ ὕστερον διαστάσης εἰς ἑαυτὴν τῆς Ῥωμαίων ἀρχῆς πόλεμος ἄσπονδος εἰς αὐτοὺς ἐπεγείρεται, οὐ πρότερόν τε τὰ τῆς διαστάσεως καὶ τῶν ἐπὶ ταύτῃ θορύβων κατάστασιν εἴληφεν ἢ τὴν καθ’ ἡμᾶς εἰρήνην καθ’ ὅλης πρυτανευθῆναι τῆς ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν οἰκουμένης.

ἅμα τε γὰρ αὕτη τοῖς πᾶσι δίκην φωτὸς ὡσὰν ἐκ ζοφερᾶς καὶ σκοτεινοτάτης νυκτὸς ἀνατέταλκε, καὶ αὖ πάλιν τὰ κοινὰ τῆς Ῥωμαίων ἡγεμονίας αὖθις εὐσταθῆ καὶ φίλια καὶ εἰρηναῖα ἦν, τὴν ἐκ προγόνων εἰς ἀλλήλους εὔνοιαν ἀπολαμβάνοντα. ἀλλὰ τούτων μὲν κατὰ τὸν προσήκοντα καιρὸν ἐντελέστερον ἀποδώσομεν τὸν λόγον. νυνὶ δὲ ἐπὶ τὴν τῶν ἐξῆς ἀπίωμεν ἀκολουθίαν.