De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

Ὅσα δ’ ἐπὶ τούτοις κατὰ τὸν ἐν μέσῳ χρόνον ἐπιτελεσθῆναι συμβέβηκε κατὰ τοὺς τῶν ἐκκλησιῶν προεστῶτας, ὡς ἀντὶ ποιμένων τῶν λογικῶν τοῦ Χριστοῦ προβάτων, ὧν οὐκ ἐνθέσμως προύστησαν, καμήλων ἀλόγου καὶ τῇ τοῦ σώματος φύσει σκολιωτάτου ζῴου φροντιστὰς αὐτοὺς ὡσπερεὶ τούτων ἀξίους ἡ θεία κατακρίνασα δίκη προεστήσατο, ὅπως τε βασιλικῶν ἵππων ἐνόχους παραστάσει κατεδίκασεν, ὅσα τε τῶν ἱερῶν σκευῶν, τῶν ἐκκλησιαστικῶν ἕνεκα κειμηλίων, οἶ αὐτοὶ πρὸς τῶν κατὰ καιροὺς βασιλικῶν ἐπιτρόπων τε καὶ ἀρχόντων ἐν ὕβρεσι ἀτιμίαις καὶ βασάνοις ἀνηντλήκασι, τάς τε ἐπὶ τούτοις τῶν πολλῶν φιλαρχίας, ἀκρίτους τε καὶ ἐκθέσμους χειροτονίας, καὶ τὰ ἐν αὐτοῖς ὁμολογηταῖς σχίσματα, ὅσα τε οἶ νέοι στασιώδεις κατὰ τῶν τῆς ἐκκλησίας λειψάνων διὰ σπουδῆς ἐμηχανήσαντο, καινότερα καινοῖς ἐπινεωτερίζοντες, καὶ ἀφειδῶς ταῖς τοῦ διωγμοῦ συμφοραῖς ἐπεντρίβοντες καὶ κακὰ κακοῖς ἐπιτειχίζοντες, ταῦτα πάντα παρήσειν μοι δοκῶ, ἀνοίκειον ἐμαυτῷ κρίνας, παραιτουμένῳ τε καὶ ἀποφεύγοντι, ὡς δ’ οὖν καὶ ἀρχομένῳ μοι εἴρηται, τὴν περὶ τούτων διήγησιν, ἀλλὰ γὰρ ὅσα σεμνὰ καὶ εὔφημα κατὰ τὸν ἱερὸν λόγον, καὶ εἰ τις ἀρετὴ καὶ ἔπαινος, ταῦτα λέγειν τε καὶ γράφειν καὶ πισταῖς ἀκοαῖς παρέχεσθαι οἰκειότατον ἡγούμενος τῇ τῶν θαυμαστῶν μαρτύρων ἱστορίᾳ. καὶ τῇ μετὰ ταύτην οὐρανόθεν ἡμῖν ἐπιφανείσῃ εἰρήνῃ κοσμήσειν μοι δοκῶ τοῦ παντὸς λόγου τὴν περιγραφήν.