De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

οὗτος ἦν μὲν ἀπὸ τῆς Καππαδοκῶν γῆς, τῆς δ’ ἐν στρατείαις ἐπιλέκτου νεολαίας, καὶ τῶν ἐν Ῥωμαϊκοῖς ἀξιώμασιν οὐ μικρᾶς τιμῆς ἐπειλημμένος· ἡλικίᾳ τε γὰρ καὶ ῥώμῃ σώματος, μεγέθει τε καὶ ἰσχύι· παρὰ πλεῖστον ὅσον τοὺς συστρατιώτας ἐπλεονέκτει, ὡς καὶ τὴν πρόσοψιν αὐτῷ περιβόητον τοῖς πᾶσιν εἶναι, καὶ τὸ πᾶν εἶδος ἀξιάγαστον, μεγέθους ἕνεκα καὶ εὐμορφίας.

κατ’ ἀρχὰς μὲν οὖν τοῦ διωγμοῦ διὰ μαστίγων ὑπομονῆς τοῖς κατὰ τὴν ὁμολογίαν διαπρέψας ἀγῶσι, μετὰ δὲ τὴν τῆς στρατείας ἀπαλλαγὴν ζηλωτὴν ἑαυτὸν καταστήσας τῶν τῆς θεοσεβείας ἀσκητῶν, ὀρφανῶν ἐρήμων καὶ χηρῶν ἀπεριστάτων, τῶν τε ἐν πενίαις καὶ ἀσθενείαις ἀπερριμμένων ἐπίσκοπος ὥσπερ καὶ ἐπίκουρος, πατρὸς καὶ κηδεμόνος δίκην, ἀναπέφανται, ὅθεν δὴ εἰκότ’ ὡς πρὸς τοῦ τοῖς τοιοῖσδε μᾶλλον τῶν διὰ καπνοῦ καὶ αἵματος θυσιῶν χαίροντος θεοῦ τῆς κατὰ τὸ μαρτύριον παραδόξου κλήσεως ἠξιώθη.

δέκατος οὗτος ἀθλητὴς ἐπὶ τοῖς δεδηλωμένοις ἐν μιᾷ καὶ τῇ αὐτῇ τετελείωτο ἡμέρᾳ, καθ’ ἣν, ὡς ἔοικε, μεγίστης τῷ Παμφίλου μαρτυρίῳ ἐπαξίως τοῦ ἀνδρὸς διανοιχθείσης πύλης εὐμαρὴς ἅμ’ αὐτῷ καὶ ἑτέροις ἡ πάροδος τῆς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσόδου γεγένηται.

κατ’ ἴχνη δῆτα τῷ Σελεύκῳ Θεόδουλος, σεμνός τις καὶ θεοσεβὴς πρεσβύτης, τῆς ἡγεμονικῆς τυγχάνων οἰκετίας, τετιμημένος τε παρὰ τῷ Φιρμιλλιιανῶ πλέον τῶν κατὰ τὸν οἶκον ἁπάντων, τοῦτο

v.4.p.412
μὲν τῆς ἡλικίας ἕνεκεν, καὶ τῷ τριγενείας πατέρα καθεστάναι, τοῦτο δὲ δι’ ἣν ἔσωζε περὶ αὐτοὺς εὔνοιαν καὶ πιστοτάτην συνείδησιν, τὸ παραπλήσιον τῷ Σελεύκῳ διαπραξάμενος, προσαχθεὶς τῷ δεσπότῃ καὶ μᾶλλον αὐτὸν τῶν πρότερον ὀξύνας, ταὐτὸ τοῦ σωτηρίου μαρτύριον πάθους σταυρῷ παραδοθεὶς κατεδέξατο.

ἐπὶ τούτοις ἑνὸς ἔτι λείποντος, ὃ τὸν δωδέκατον ἀποπλήσοι τοῖς δηλουμένοις μάρτυσι ἀριθμὸν, Ἰουλιανὸς παρῆν τοῦτον ἀποπληρώσων ἐξ ἀποδημίας γέ τοι ἀφικόμενος αὐτίκα, καὶ μηδ’ εἰσβαλών πω τῇ πόλει, εὐθὺς ὡς εἶχεν ἀπὸ τῆς ὁδοῦ μαθὼν καὶ ὁρμήσας ἐπὶ τὴν μαρτύρων θέαν, ὡς ἐπὶ γῆς χαμαὶ τὰ τῶν ἁγίων εἶδε σκηνώματα, χαρᾶς ἔμπλεως γεγονὼς, ἑκάστῳ περιπλακεὶς, τοὺς πάντας ἠσπάζετο.

τοῦτο ποιοῦντα συλλαβόντες αὖθις οἶ τῶν φόνων διάκονοι προσάγουσι τῷ Φιρμιλλιαῷ. ἀκόλουθα δ’ αὑτῷ ἐπιτελῶν μακρῷ καὶ τοῦτον πυρὶ παραδίδωσιν. οὕτω δῆτα καὶ Ἰουλιανὸς σκιρτῶν καὶ ὑπεραλλόμενος, μεγάλῃ τε φωνῇ τῷ τηλικούτων αὐτὸν ἀξιώσαντι κυρίῳ ὑπερευχαριστῶν, τοῦ τῶν μαρτύρων κατηξιώθη στεφάνου.

ἦν δὲ οὗτος τὸ μὲν κατὰ σάρκα γένος Καππαδοκῶν, τὸν δὲ τρόπον εὐλαβέστατος καὶ πιστότατος καὶ γνησιώτατος, σπουδαῖός τε τὰ ἄλλα πάντα, καὶ πνέων αὐτοῦ ἁγίου πνεύματος. τοιοῦτο τῆς συνοδίας τὸ στῖφος τῶν ἅμα Παμφίλῳ συνεισελθεῖν ἐπὶ τὸ μαρτύριον ἀξιωθέντων.

τούτων ἐπὶ τέσσαρας ἡμέρας τοσαύτας τε νύκτας ἐκ προστάξεως τοῦ δυσσεβοῦς ἡγουμένου τὰ ἱερὰ καὶ ὄντως ἅγια σώματα εἰς βορὰν τοῖς σαρκοβόροις ἐτηρεῖτο. ὡς δ’ οὐδὲν αὐτοῖς παραδόξως, οὐ θηρίον, οὐ πτηνὸν, οὐ κύων προσεπέλαζεν, αὖθις ἐξ οἰκονομίας τῆς τοῦ θεοῦ

v.4.p.413
προνοίας ἀβλαβῆ ληφθέντα, τῆς τε προσηκούσης κηδείας λαχόντα, τῇ συνήθει παρεδόθη ταφῇ.

ἔτι δὲ τῆς κατὰ τούτους κινήσεως ἀνὰ στόμα τοῖς πᾶσι λαλουμένης Ἀδριανὸς καὶ Εὔβουλος, ἀπὸ Μαγγαναίας οὕτω καλουμένης χώρας ὡς τοὺς λοιποὺς ὸμολογητὰς εἰς τὴν Καισάρειαν ἀφικόμενοι, πρὸς τῇ πύλῃ καὶ αὐτοὶ δι’ ἣν ἐληλύθασιν ἀνεκρίνοντο αἰτίαν· εἶτα ὁμολογήσαντες τἀληθὲς τῷ Φιρμιλλιανῷ προσάγονται. ὁ δ’ ὡς εἶχε, πάλιν μηδὲν ὑπερθέμενος, μετὰ πλείστας βασάνους ἅς κατὰ τῶν πλευρῶν αὐτοῖς ἐπιτέθεικε, θηρίων αὐτοὺς βορᾷ κατακρίνει.

δυεῖν δὴ οὖν μεταξὺ διελθουσῶν ἡμερῶν ὁ μὲν Ἀδριανὸς Δύστρου πέμπτῃ μηνὸς, πρὸ τριῶν Νώνων Μαρτίων, γενεθλίων τῆς κατὰ Καισαρέων νομιζομένης Τύχης ἡμέρᾳ, λέοντι παραβληθεὶς καὶ μετὰ τοῦτον ξίφει κατασφαγεὶς ἐτελειώθη, ὁ δὲ Εὔβουλος μεθ’ ἑτέραν μέσην, Νώναις αὐταῖς Μαρτίαις, ἣ γένοιτ’ ἂν ἑβδόμη Δύστρου, πολλὰ λιπαρήσαντος αὐτὸν τοῦ δικαστοῦ, ὡς ἂν θύσας τῆς νομιζομένης παρ’ αὐτῶν ἐλευθερίας τύχοι, τῆς προσκαίρου ζωῆς τὸν ὑπὲρ εὐσεβείας εὐκλεῆ προτιμήσας θάνατον, μετὰ τοὺς θῆρας ὁμοίως τῷ προτέρῳ θῦμα γενόμενος, ὕστατος τῶν ἐπὶ τῆς Καισαρείας μαρτύρων τοὺς ἄθλους ἐπεσφραγίσατο.

μνημονεῦσαι δ’ ἔτι ἄξιον ἐνταῦθα τοῦ λόγου ὡς ἄρα οὐκ εἰς μακρὸν τῆς οὐρανίου προνοίας τοὺς δυσσεβεῖς ἄρχοντας αὐτοῖς τυράννοις μετελθούσης. ὁ γὰρ τὰ τοσαῦτα κατὰ τῶν τοῦ Χριστοῦ μαρτύρων παροινήσας, αὐτὸς δὴ ὁ Φιρμιλλιανὸς, μετὰ τῶν ἄλλων ἐσχάτην ὑπομείνας τιμωρίαν ξίφει τὴν ζωὴν καταστρέφει. καὶ τὰ μὲν κατὰ Καισάρειαν ἐφ’ ὅλοις τοῖς τοῦ διωγμοῦ χρόνοις ἐπιτελεσθέντα μαρτύρια τοιαῦτα.

v.4.p.414