De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

Τοῦ δ’ ἐπιόντος μηνὸς Ἀπελλαίου τεσσαρεσκαιδεκάτῃ, πρὸ δεκαεννέα Καλανδῶν Ἰαννουαρίων λέγοιτ’ ἂν, πάλιν αὖ τῶν ἀπ’ Αἰγύπτου τινὲς πρὸς τῶν ἐπὶ ταῖς πύλαις τοὺς παριόντας διερευνωμένων συλληφθέντες ἐτύγχανον δ’ οὗτοι θεραπείας ἕνεκα τῶν κατὰ Κιλικίαν ὁμολογητῶν στειλάμενοι) οἱ μὲν τὴν αὐτὴν οἷς ἔτυχον ἐξυπηρετησόμενοι κατεδέξαντο ψῆφον, ὀφθαλμοὺς καὶ πόδας ἀχρειωθέντες, τρεῖς δ’ αὐτῶν ἐν Ἀσκάλωνι, ἔνθα καὶ ἐνέσχηντο, θαυμασίαν τε παράστασιν ἀνδρείας παρεσχημένοι διάφορον ἀπηνέγκαντο μαρτυρίου τέλος, ὁ μέν τις αὐτῶν πυρὶ παραδοθεὶς Ἄρης ὄνομα, οἱ δὲ τὰς κεφαλὰς ἀποτμηθέντες, Πρόμος καὶ Ἠλίας τούτοις ἢν ἡ προσηγορία.

Αὐδυναίου δὲ μηνὸς ἡμέρᾳ μιᾷ καὶ δεκάτῃ, εἴη δ’ ἂν ἡ πρὸ τριῶν Εἰδῶν Ἰαννουαρίων, ἐπὶ τῆς αὐτῆς Καισαρείας Πέτρος ἀσκητὴς, ὁ καὶ Ἀψέλαμος, ἀπὸ Ἀνέας κώμης τῶν ὅρων Ἐλευθεροπόλεως, διὰ πυρὸς, οἶα χρυσὸς ἀκραιφνέστατος, τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πίστεως εὐγενεῖ λογισμῷ τὴν δοκιμὴν ἀποδέδωκε, μυρία μὲν λιπαροῦντας τόν τε δικαστὴν καὶ τοὺς ἀμφ’ αὐτὸν, ὡς ἂν ἐλεήσειέ τε αὐτὸν καὶ τῆς ἰδίας φείσαιτο νεότητός τε καὶ ἀκμῆς, ὑπεριδὼν, προτιμήσας δ’ ἁπάντων καὶ ζωῆς αὐτῆς τὴν ἐπὶ τὸν τῶν ὅλων θεὸν ἐλπίδα.

τούτῳ δὲ τῆς κατὰ Μαρκίωνα πλάνης ἐπίσκοπός τις εἶναι δοκῶν Ἀσκληπιὸς, ζήλῳ μὲν, ὡς ᾤετο, εὐσεβείας, ἀλλ’ οὔτι γε τῆς κατ’ ἐπίγνωσιν, ὅμως δ’ οὖν μιᾷ· καὶ τῇ αὐτῇ

v.4.p.406
πυρᾷ τὸν βίον συνεξελήλυθεν. ἀλλὰ ταῦτα μὲν ταύτῃ.