Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VII, 29—31]. Οὕτω δὴ ὃν βασιλέα ἐκ βασιλέως, εὐσεβῆ τε ἐξ εὐσεβεστάτου καὶ πάντα σωφρονεστάτου γεγονέναι προειρήκαμεν, Λικιννίου ἴου τε τοῦ μετ’ αὐτὸν, συνέσει καὶ εὐσεβείᾳ τετιμημένων, πρὸς τοῦ παμβασιλέως θεοῦ τε τῶν ὅλων καὶ σωτῆρος δύο θεοφιλῶν κατὰ τῶν δύο δυσσεβεστάτων τυράννων ἀνεγηγερμένων, πολέμου τε νόμῳ παραταξαμένων, θεοῦ συμμαχοῦντος αὐτοῖς, παραδοξότατα πίπτει μὲν ἐπὶ Ῥώμης ὑπὸ Κωνσταντίνου Μαξέντιος, ὁ δ’ ἐπ’ ἀνατολῆς οὐ πολὺν ἐπιζήσας ἐκείνῳ χρόνον αἰσχίστῳ καὶ αὐτὸς ὑπὸ Λικιννίου, οὔπω μανέντος τότε, καταστρέφει θανάτῳ.

πρότερός γε μὴν ὁ καὶ τιμῇ καὶ τάξει τῆς βασιλείας πρῶτος Κωνσταντῖνος, τῶν ἐπὶ Ῥώμης κατατυραννουμένων φειδὼ λαβὼν, θεὸν τὸν οὐράνιον, τόν τε τούτου λόγον, αὐτὸν δὴ τὸν πάντων σωτῆρα Ἰησοῦν Χριστὸν σύμμαχον δι’ εὐχῶν ἐπικαλεσάμενος, πρόεισι πανστρατιᾷ, Ῥωμαίοις τὰ τῆς ἐκ προγόνων ἐλευθερίας προμνώμενος.

Μαξεντίου δῆτα μᾶλλον ταῖς κατὰ γοητείαν μηχαναῖς ἢ τῇ τῶν ὑπηκόων ἐπιθαρσοῦντος εὐνοίᾳ, προελθεῖν γε μὴν οὐδ’ ὅσον πυλῶν τοῦ ἄστεος ἐπιτολμῶντος, ὁπλιτῶν δ’ ἀνηρίθμῳ πλήθει καὶ στρατοπέδων λό- χοις μυρίοις πάντα τόπον καὶ χώραν καὶ πόλιν, ὅση τις ἐν κύκλῳ τῆς Ῥωμαίων καὶ Ἰταλίας ἀπάσης ὑπ’ αὐτῷ δεδούλωτο, φραξαμένου, ὁ τῆς ἐκ θεοῦ συμμαχίας ἀνημμένος βασιλεὺς ἐπιὼν πρώτῃ καὶ δευτέρᾳ καὶ τρίτῃ τοῦ τυράννου παρατάξει, εὖ μάλα τε πάσας ἑλὼν, πρόεισιν ἐπὶ πλεῖστον ὅσον τῆς Ἰταλίας,

v.4.p.434
ἤδη τε αὐτῆς Ῥώμης ἄγχιστα ἦν·

εἷθ’ ὡς μὴ τοῦ τυράννου χάριν Ῥωμαίοις πολεμεῖν ἀναγκάζοιτο, θεὸς αὐτὸς δεσμοῖς τισιν ὥσπερ τὸν τύραννον πορρωτάτω πυλῶν ἐξέλκει, καὶ τὰ πάλαι δὴ κατὰ ἀσεβῶν ὡς ἐν μύθου λόγῳ παρὰ τοῖς πλείστοις ἀπιστούμενα, πιστά γε μὴν πιστοῖς ἐν ἱεραῖς βίβλοις ἐστηλιτευμένα, αὐτῇ ἐναργείᾳ πᾶσιν ἁπλῶς εἰπεῖν πιστοῖς καὶ ἀπίστοις, ὀφθαλμοῖς τὰ παράδοξα παρειληφόσιν ἐπιστώσατο.

ὥσπερ οὑν ἐπ’ αὐτοῦ Μωυσέως καὶ τοῦ πάλαι θεοσεβοῦς Ἑβραίων γένους “ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν θαλάσσῃ ἐρυθρᾷ, πόντῳ ἐκάλυψεν αὐτούς”, κατὰ τὰ αὐτὰ δὴ καὶ Μαξέντιος οἵ τε ἀμφ’ αὐτὸν ὁπλῖται καὶ δορυφόροι “ἔδυσαν εἰς βυθὸν ὡσεὶ λίθος”, ὁπηνίκα νῶτα δοὺς τῇ ἐκ θεοῦ μετὰ Κωνσταντίνου δυνάμει τὸν πρὸ τῆς πορείας διῄει ποταμὸν, ὃν αὐτὸς σκάφεσι ζεύξας καὶ εὖ μάλα γεφυρώσας μηχανὴν ὀλέθρου καθ’ ἑαυτοῦ συνεστήσατο.

ἐφ’ ᾧ ἦν ἂν εἰπεῖν “λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.”

ταύτῃ δῆτα τοῦ ἐπὶ τοῦ ποταμοῦ ζεύγματος διαλυθέντος ὑφιζάνει μὲν ἡ διάβασις, χωρεῖ δ’ ἀθρόως αὔτανδρα κατὰ τοῦ βυθοῦ τὰ σκάφη, καὶ αὐτός γε πρῶτος ὁ δυσσεβέστατος, εἶτα δὲ καὶ οἶ ἀμφ’ αὐτὸν ὑπασπισταὶ, ᾗ τὰ θεῖα προαναφωνεῖ λόγια ‘ἔδυσαν ὡσεὶ μόλυβδος ἐν ὕδατι σφοδρῷ· ”

ὥστε εἰκότως εἰ μὴ λόγοις, ἔργοις δ’ οὖν ὁμοίως τοῖς ἀμφὶ τὸν [*](11 Exod. 15, 4. 20 Psalm. 7, 16. 28 Exod. 15, 10.)

v.4.p.435
μέγαν θεράποντα Μωυσέα, τοὺς παρὰ θεοῦ τὴν νίκην ἀραμένους αὐτὰ δὴ τὰ κατὰ τοῦ πάλαι δυσσεβοῦς τυράννου ὧδέ πως ἀνυμνεῖν καὶ λέγειν “ᾄσωνεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν· βοηθὸς καὶ σκεπαστής μου κύριος ἐγένετό μοι εἰς σωτηρίαν·’ καὶ “τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε, τίς ὅμοιός σοι; ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.”

ταῦτά τε καὶ ὅσα τούτοις ἀδελφά τε καὶ ἐμφερῆ Κωνσταντῖνος τῷ πανηγεμόνι καὶ τῆς νίκης αἰτίῳ θεῷ αὐτοῖς ἔργοις ἀνυμνήσας, ἐπὶ Ῥώμης μετ’ ἐπινικίων εἰσήλαυνε, πάντων ἀθρόως αὐτὸν ἅμα κομιδῆ νηπίοις καὶ γυναιξὶ, τῶν τε ἀπὸ τῆς συγκλήτου βουλῆς καὶ τῶν ἄλλων διασημοτάτων σὺν παντὶ δήμῳ Ῥωμαίων φαιδροῖς ὄμμασιν, αὐταῖς ψυχαῖς, οἶα λυτρωτὴν, σωτῆρά τε καὶ εὐεργέτην μετ’ εὐφημιῶν καὶ ἀπλήστου χαρᾶς ὑποδεχομένων.

ὁ δ’ ὥσπερ ἔμφυτον τὴν εἰς θεὸν εὐσέβειαν κεκτημένος, μηδ’ ὅλως ἐπὶ ταῖς βοαῖς ὑποσαλευόμενος, μηδ’ ἐπαιρόμενος τοῖς ἐπαίνοις, εὖ μάλα τῆς ἐκ θεοῦ συναισθόμενος βοηθείας, αὐτίκα τοῦ σωτηρίου τρόπαιον πάθους ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἀνατεθῆναι προστάττει· καὶ δὴ τὸ σωτήριον τοῦ σταυροῦ σημεῖον ἐπὶ τῇ δεξιᾷ κατέχοντα αὐτὸν ἐν τῷ μάλιστα τῶν ἐπὶ Ῥώμης δεδημοσιευμένῳ τόπῳ στήσαντες, αὐτὴν δὴ ταύτην ὑπογραφὴν ἐντάξαι ῥήμασιν αὐτοῖς τῇ Ῥωμαίων ἐγκελεύεται φωνῇ·

“τούτῳ τῷ σωτηριώδει σημείῳ, τῷ ἀληθινῷ ἐλέγχῳ τῆς ἀνδρείας, τὴν πόλιν ὑμῶν ἀπὸ ζυγοῦ τοῦ τυράννου διασωθεῖσαν ἠλευθέρωσα· ἔτι μὴν [*](3 Exod. 15, 1.)

v.4.p.436
καὶ τὴν σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων τῇ ἀρχαίᾳ ἐπιφανείᾳ καὶ τῇ λαμπρότητι ἐλευθερώσας ἀποκατέστησα.”

καὶ δὴ ἐπὶ τούτοις αὐτός τε Κωνσταντῖνος καὶ σὺν αὐτῷ βασιλεὺς Λικίννιος (οὔπω τότε ἐφ’ ἣν ὕστερον ἐκπέπτωκε μανίαν τὴν διάνοιαν ἐκτραπεὶς) θεὸν τὸν τῶν ἀγαθῶν αὐτοῖς αἴτιον εὐμενίσαντες ἄμφω μιᾷ βουλῇ καὶ γνώμῃ νόμον ὑπὲρ Χριστιανῶν τελεώτατον πληρέστατα διατυποῦνται, καὶ τῶν πεπραγμένων εἰς αὐτοὺς ἐκ θεοῦ τὰ παράδοξα, τά τε τῆς κατὰ τοῦ τυράννου νίκης, καὶ τὸν νόμον αὐτὸν Μαξιμίνῳ τῶν ἐπ’ ἀνατολῆς ἐθνῶν ἔτι δυναστεύοντι, φιλίαν τε πρὸς αὐτοὺς ὑποκοριζομένῳ, διαπέμπονται.

ὁ δ’ οἶα τύραννος περιαλγὴς ἐφ’ οἶς ἔγνω γεγενημένος, εἶτα μὴ δοκεῖν ἑτέροις εἶξαι βουλόμενος, μηδ’ αὖ παρεκθέσθαι τὸ κελευσθὲν δέει τῶν προστεταχότων, ὡσὰν ἐξ ἰδίας αὐθεντίας τοῖς ὑπ’ αὐτὸν ἡγεμόσι τοῦτο πρῶτον ὑπὲρ Χριστιανῶν ἐπάναγκες διαχαράττει τὸ γράμμα, τὰ μηδέπω ποτὲ πρὸς αὐτοῦ πεπραγμένα ἐπιπλάστως αὐτὸς καθ’ ἑαυτοῦ ψευδόμενος.

  • Ἀντίγραφον ἑρμηνείας ἐπιστολῆς τοῦ τυράννου
  • Μαξιμίνου.
  • Ἰόβιος Μαξιμῖνος σεβαστὸς Σαβίνῳ. καὶ “παρὰ τῇ σῇ στιβαρότητι καὶ παρὰ πᾶσιν ἀνθρώ- “ποις φανερὸν εἶναι πέποιθα τοὺς δεσπότας ἡμῶν ‘Διοκλητιανὸν καὶ Μαξιμιανὸν, τοὺς ἡμετέρους “τέρας 5 ἡνίκα συνεῖδον σχεδὸν ἅπαντας ἀνθρώπους, “καταλειφθείσης τῆς τῶν θεῶν θρησκείας, τῷ ἔθνει “τῶν Χριστιανῶν ἑαυτοὺς συμμεμιχότας, “διατεταχέναι, πάντας ἀνθρώπους τοὺς ἀπὸ “τῶν αὐτῶν θεῶν τῶν ἀθανάτων θρησκείας “χωρήσαντας προδήλῳ κολάσει καὶ τιμωρίᾳ εἰς τὴν

    v.4.p.437
    “θρησκείαν τῶν θεῶν ἀνακληθῆναι.

    ἀλλ’ ὅτε “ἐγὼ εὐτυχῶς τὸ πρῶτον εἰς τὴν ἀνατολὴν παρεγε- ‘νόμην, καὶ ἔγνων εἴς τινας τόπους πλείστους ἀνθρώπων τὰ δημόσια ὠφελεῖν δυναμένους ὑπὸ τῶν δικαστῶν διὰ τὴν προειρημένην αἰτίαν ἐξορίζεσθαι, ἑκάστῳ τῶν δικαστῶν ἐντολὰς δέδωκα, ὥστε μηδένα τούτων τοῦ λοιποῦ προσφέρεσθαι τοῖς “ἐπαρχιώταις ἀπηνῶς, ἀλλὰ μᾶλλον κολακείᾳ καὶ “προτροπαῖς πρὸς τὴν τῶν θεῶν θρησκείαν αὐτοὺς ἀνακαλεῖν.

    τηνικαῦτα οὖν ὅτε ἀκολούθως τῇ κελεύσει τῇ ἐμῇ ὑπὸ τῶν δικαστῶν ἐφυλάττετο τὰ “προστεταγμένα, συνέβαινε μηδένα ἐκ τῶν τῆς ἀνα- “τολῆς μερῶν μήτε ἐξόριστον μήτε ἐνύβριστον “σθαι, ἀλλὰ μᾶλλον ἐκ τοῦ μὴ βαρέως κατ’ “τι γίνεσθαι εἰς τὴν τῶν θεῶν θρησκείαν ἀνακεκλῆ- ‘σκθαι.

    μετὰ δὲ ταῦτα, ὅτε τῷ παρελθόντι “ἐνιαυτῷ εὐτυχῶς ἐπέβην εἰς τὴν Νικομήδειαν κἀκεῖ ‘διετέλουν, παρεγένοντο πολῖται τῆς αὐτῆς πόλεως “πρός με ἅμα μετὰ τῶν ξοάνων τῶν θεῶν, μειζόνως “δεόμενοι, ἵνα παντὶ τρόπῳ τὸ τοιοῦτον ἔθνος μη- “δαμῶς ἐπιτρέποιτο ἐπιτρέποιτο ἐν τῇ αὐτῶν πατρίδι οἰκεῖν. ‘

    ἀλλ’ ὅτε ἔγνων πλείστους τῆς αὐτῆς ἄνδρας ἐν αὐτοῖς τοῖς μέρεσιν οἰκεῖν, οὕτως αὐτοῖς τὰς ἀποκρίσεις ἀπένεμον, ὅτι τῇ μὲν αἰτήσει αὐτῶν ἀσμένως χάριν ἔσχηκα, ἀλλ’ οὐ παρὰ πάντων ‘τοῦτο αἰτηθὲν κατεῖδον· εἰ μὲν οὖν τινὲς εἶεν τῇ “αὐτῇ δεισιδαιμονίᾳ διαμένοντες, οὕτως ἔνα ἕκαστον ‘ἐν τῇ ἰδίᾳ προαιρέσει τὴν βούλησιν ἔχειν, καὶ εἰ βούλοιντο τὴν τῶν θεῶν θρησκείαν ἐπιγινώσκειν. “

    ὅμως καὶ τοῖς τῆς αὐτῆς πόλεως ἐπιγινώσκειν. “καὶ ταῖς λοιπαῖς πόλεσιν, αἱ καὶ αὐταὶ εἰς τοσοῦτον τὴν ὁμοίαν αἴτησιν περισπουδάστως πρός με

    v.4.p.438
    “πεποιήκασιν, δηλονότι ἵνα μηδὲ εἷς τῶν Χριστια- “νῶν ταῖς πόλεσιν ἐνοικοίη, ἀνάγκην ἔσχον ἀποκρίνασθαι, ὅτι δὴ αὐτὸ τοῦτο καὶ οἶ ἀρ- “χαῖοι αὐτοκράτορες πάντες διεφύλαξαν, καὶ “τοῖς θεοῖς, δι’ οὓς πάντες ἄνθρωποι καὶ αὐτὴ ἡ “τῶν δημοσίων διοίκησις συνίσταται, ἤρεσεν ‘ὥστε τὴν τοσαύτην αἴτησιν, ἣν ὑπὲρ τῆς θρησκείας “τοῦ θείου αὐτῶν ἀναφέρουσι, βεβαιώσαιμι.

    “γαροῦν εἰ καὶ τὰ μάλιστα καὶ τῇ σῇ “πρὸ τούτου τοῦ χρόνου διὰ γραμμάτων ἐπέσταλται, “καὶ δι’ ἐντολῶν ὁμοίως κεκέλευσται, ἵνα μὴ “τῶν ἐπαρχιωτῶν τὸ τοιοῦτον ἔθνος ἐπιμεληθέντων μηδὲν τραχέως, ἀλλὰ ἀνεξικάκως “καὶ συμμέτρως συμπεριφέροιντο αὐτοῖς, ὅμως “μήτε ὑπὸ τῶν βενεφικιαλίων μήτε ὑπ’ ἄλλων “τυχόντων ὕβρεις μηδὲ σεισμοὺς ὑπομένοιεν, ἀκό- “λουθον ἐνόμισα καὶ τούτοις τοῖς γράμμασι τὴν σὴν “στιβαρότητα ὑπομνῆσαι, ὅπως ταῖς κολακείαις ‘ταῖς προτροπαῖς μᾶλλον τὴν τῶν θεῶν τοὺς ἡμετέρους ἐπαρχιώτας ποιήσειας ἐπιγινώσκειν. “