Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ὁπότε τοίνυν πρὸ τούτου δῆλον γέγονε τῇ γνώσει τῇ ἡμετέρᾳ ἐκ ταύτης τῆς προφάσεως, ἐξ ἧς κεκελευσμένον ἦν ὑπὸ τῶν θειοτάτων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν γονέων τῶν ἡμετέρων τὰς συνόδους τῶν Χριστιανῶν “ἐξῃρῆσθαι, πολλοὺς σεισμοὺς καὶ ἀποστερήσεις ὑπὸ τῶν ὀφφικιαλίων γεγενῆσθαι, καὶ εἰς τοὐπιὸν δὲ τοῦτο προχωρεῖν κατὰ τῶν ἐπαρχιωτῶν τῶν

v.4.p.442
“ἡμετέρων, ὧν μάλιστα πρόνοιαν τὴν προσήκουσαν “γίνεσθαι σπουδάζομεν, τῶν οὐσιῶν τῶν ἰδίων αὐ- “τῶν κατατριβομένων, δοθέντων γραμμάτων πρὸς “τοὺς ἡγεμόνας ἑκάστης ἐπαρχίας τῷ παρελθόντι “ἐνιαυτῷ ἐνομοθετήσαμεν, ἵν᾿ ἐάν τις βούλοιτο τῷ “τοιούτῳ ἔθει ἢ τῇ αὐτῇ φυλακῇ τῆς αὐτῆς θρη- “σκείας ἕπεσθαι, τοῦτον ἀνεμποδίστως ἔχεσθαι τῆς προθέσεως τῆς ἑαυτοῦ, καὶ ὑπὸ μηδενὸς ἐμποδί- “ζεσθαι μηδὲ κωλύεσθαι, καὶ εἶναι αὐτοῖς εὐχέρειαν, “ἄνευ τινὸς φόβου καὶ ὑποψίας τοῦθ’ ὅπερ ἑκάστῳ “ἀρέσκει ποιεῖν.

πλὴν οὐδὲ νῦν λαθεῖν ἡμᾶς “ἐδυνήθη, ὅτι τινὲς τῶν δικαστῶν παρενεθυμοῦντο “τὰς ἡμετέρας κελεύσεις, καὶ διστάζειν τοὺς ἡμετέ- “ῥοῦς ἀνθρώπους περὶ τὰ προστάγματα τὰ ἡμέτερα “παρεσκεύασαν, καὶ ὀκνηρότερον προσιέναι ταύταις “ταῖς θρησκείαις, αἷς ἦν ἀρεστὸν αὐτοῖς, ἐποίησαν. “

ἔνα τοίνυν εἰς τὸ ἐξῆς πάσα ὑποψία ἀμφιβολίας “τοῦ φόβου περιαιρεθῇ, τοῦτο τὸ διάταγμα προτε- “θῇναι ἐνομοθετήσαμεν, ἔνα πάσι δῆλον γένηται “ἐξεῖναι τούτοις, οἵτινες ταύτην τὴν αἵρεσιν καὶ τὴν “ θρησκείαν μετιέναι βούλονται, ἐκ ταύτης τῆς δω- “ρεᾶς τῆς ἡμετέρας, καθὼς ἕκαστος βούλεται ἢ ἡδέα “αὐτῷ ἐστιν, οὕτως προσιέναι τῇ θρησκείᾳ ταύτῃ, “ἣν ἐξ ἔθους θρησκεύειν εἴλετο· καὶ τὰ κυριακὰ δὲ τὰ οἰ- “κεῖα ὅπως κατασκευάζοιεν, συγχωρεῖται.

ἔνα μέν- “τοι καὶ μείζων γένηται ἡ ἡμετέρα δωρεὰ, καὶ τοῦτο νο- “μοθετῆσαι κατηξιώσαμεν, ἵν᾿ εἴ τινες οἰκίαι καὶ χωρία “τοῦ δικαίου τῶν Χριστιανῶν πρὸ τούτου ἐτύγχανον “ὄντα, ἐκ τῆς κελεύσεως τῶν γονέων τῶν ἡμετέρων “εἰς τὸ δίκαιον μετέπεσε τοῦ φίσκου, ἢ ὑπό τινος “κατελήφθη πόλεως, εἴτε διάπρασις τούτων γεγένη- ‘ται, εἴτε εἰς χάρισμα δέδοταί τινι, ταῦτα πάντα εἰς

v.4.p.443
“τὸ ἀρχαῖον δίκαιον τῶν Χριστιανῶν ἀνακληθῆναι “ἐκελεύσαμεν, ἵνα καὶ ἐν τούτῳ τῆς ἡμετέρας εὐσε- “βείας καὶ τῆς προνοίας αἴσθησιν πάντες λάβωσιν.”

αὗται τοῦ τυράννου φωναὶ, οὐδ᾿ ὅλον ἐνιαυτὸν τῶν κατὰ Χριστιανῶν ἐν στήλαις ἀνατεθειμένων αὐτῷ διαταγμάτων ὑστερίσασαι. καὶ παρ᾿ ᾧ γε μικρῷ πρόσθεν δυσσεβεῖς ἐδοκοῦμεν καὶ ἄθεοι καὶ παντὸς ὄλεθροι τοῦ βίου, ὡς μὴ ὅτι γε πόλιν, ἀλλ᾿ οὐδὲ χώραν οὐδ᾿ ἐρημίαν οἰκεῖν ἐπιτρέπεσθαι, παρὰ τούτῳ διατάξεις ὑπὲρ Χριστιανῶν καὶ νομοθεσίαι συνετάττοντο, καὶ οἱ πρὸ βραχέος πυρὶ καὶ σιδήρῳ, θηρίων τε καὶ οἰωνῶν βορᾷ πρὸ ὀφθαλμῶν αὐτοῦ τοῦ τυράννου διαφθειρόμενοι, καὶ πᾶν εἶδος κολάσεως καὶ τιμωρίας, ἀπαλλαγῆς τε βίου οἰκτρότατα ὡσὰν ἄθεοι καὶ δυσσεβεῖς ὑπομένοντες, οὗτοι νῦν πρὸς αὐτοῦ καὶ θρησκεύειν ὁμολογοῦνται θρησκείαν, καὶ ἐπισκευάζειν κυριακὰ ἐπιτρέπονται, καὶ δικαίων τινῶν αὐτοῖς μετεῖναι αὐτὸς ὁ τύραννος μαρτυρεῖ καὶ ὁμολογεῖ.

καὶ δὴ τοιαῦτα ἐξομολογησάμενος, ὥσπερ τινὸς τυχὼν εὐεργεσίας, τούτων δὴ αὐτῶν ἕνεκα ἧττον ἢ παθεῖν αὐτὸν ἐχρῆν δήπου παθὼν, ἀθρόᾳ θεοῦ πληγεὶς μάστιγι ἐν δευτέρᾳ τοῦ πολέμου συμβολῇ καταστρέφει.

γίνεται δ᾿ αὐτῷ τὰ τῆς καταστροφῆς οὐχ οἷα στρατηγοἴς πολεμάρχαις, ὑπὲρ ἀρετῆς καὶ γνωρίμων πολλάκις ἀνδριζομένοις ἐν πολέμῳ, τὴν εὐκλεῆ τελευτὴν εὐθαρσῶς ὑπομεῖναι συνέβη, ἀλλὰ γὰρ ἅτε τις δυσσεβὴς καὶ θεομάχος, τῆς παρατάξεως ἔτ᾿ αὐτῷ πρὸ τοῦ πεδίου συνεστώσης, οἴκοι μένων αὐτὸς καὶ κρυπταζόμενος τὴν προσήκουσαν τιμωρίαν ὑπέχει, ἀθρόᾳ θεοῦ πληγεὶς καθ᾿ ὅλου τοῦ σώματος μάστιγι, ὡς ἀλγηδόσι δειναῖς καὶ περιωδυνίαις ἐλαυνόμενον πρηνῆ κατα-

v.4.p.444
πεσεῖν λιμῷ φθειρόμενον, τάς τε σάρκας ὅλας ἀοράτῳ καὶ θεηλάτῳ πυρὶ τηκόμενον ὡς διαρρεύσαντα τὸ μὲν πὰν εἶδος τῆς παλαιάς μορφῆς ἀφανισθῆναι, ξηρῶν δ’ αὐτὸ μόνον ὀστέων οἶόν τι μακρῷ χρόνῳ κατεσκελετευμένον εἴδωλον ὑπολειφθῆναι· ὡς μηδ’ ἄλλο τι νομίζειν τοὺς παρόντας ἢ τάφον αὐτῷ τῆς ψυχῆς γεγονέναι τὸ σῶμα, ἐν ἤδη νεκρῷ καὶ παντελῶς ἀπορρεύσαντι κατορωρυγμένης.

σφοδρότερον δ’ ἔτι μᾶλλον τῆς θέρμης αὐτὸν ἐκ βάθους μυελῶν καταφλεγούσης προπηδῶσι μὲν αὐτῷ τὰ ὄμματα, καὶ τῆς ἰδίας λήξεως ἀποπεσόντα πηρὸν αὐτὸν ἀφίησιν.

ὁ δ’ ἐπὶ τούτοις ἔτι ἐμπνέων, ἀνθομολογούμενος τῷ κυρίῳ, θάνατον ἐπεκαλεῖτο, καὶ τὸ πανύστατον ἐνδίκως ταῦτα τῆς κατὰ τοῦ Χριστοῦ παροινίας χάριν ὁμολογήσας παθεῖν τὴν ψυχὴν ἀφίησιν.