Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VII, 8] Καὶ τοιοῦτος μὲν ὁ ἀγὼν τῶν κατὰ Τυρὸν τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἐνδειξαμένων Αἰγυπτίων. θαυμάσειε δ’ ἄν τις αὐτῶν καὶ τοὺς ἐπὶ τῆς οἰκείας γῆς μαρτυρήσαντας, ἔνθα μυρίοι τὸν ἀριθμὸν ἄνδρες ἅμα γυναιξὶ καὶ παισὶν, ὑπὲρ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τοῦ προσκαίρου ζῆν καταφρονήσαντες, διαφόρους ὑπέμειναν θανάτους, οἱ μὲν αὐτῶν μετὰ ξεσμοὺς καὶ στρεβλώσεις μάστιγάς τε χαλεπωτάτας καὶ μυρίας ἄλλας ποικίλας καὶ φρικτὰς ἀκοῦσαι βασάνους πυρὶ παραδοθέντες, οἶ δὲ πελάγει καταβροχισθέντες, ἄλλοι δὲ εὐθαρσῶς τοῖς ἀποτέμνουσι τὰς ἑαυτῶν προτείναντες κεφαλὰς, οἶ δὲ καὶ ἐναποθανόντες ταῖς βασάνοις, ἕτεροι δὲ λιμῷ διαφθαρέντες, καὶ ἄλλοι πάλιν ἀνασκολοπισθέντες, οἱ μὲν κατὰ τὸ σύνηθες τοῖς κακούργοις, οἱ δὲ καὶ χειρόνως ἀνάπαλιν κατωκάρα προσηλωθέντες, τηρούμενοί τε ζῶντες, εἰσότε καὶ ἐπ’ αὐτῶν ἰκρίων λιμῷ διαφθαρεῖεν.