Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VII, 22] Τοιαῦτ᾿ ἦν τὰ δια` παντὸς τοῦ διωγμοῦ παρατετακότα, δεκάτῳ μὲν ἔτει σὺν θεοῦ χάριτι παντελῶς πεπαυμένου, λωφᾶν γε μὴν μετ᾿ ὄγδοον ἔτος ἐναρξαμένου. ὡς γὰρ τὴν εἰς ἡμᾶς ἐπισκοπὴν εὐμενῆ καὶ ἵλεων ἡ θεία καὶ οὐράνιος χάρις ἐνεδείκνυτο, τότε δὴ καὶ οἱ καθ᾿ ἡμᾶς ἄρχοντες, αὐτοὶ δὴ ἐκεῖνοι δι᾿ ὧν πάλαι τὰ τῶν καθ᾿ ἡμᾶς ἐνηργεῖτο πολέμων, παραδοξότατα μεταθέμενοι τὴν γνώμην παλινῳδίαν ᾖδον, χρηστοῖς περὶ ἡμῶν προγράμμασι καὶ διατάγμασιν ἡμερωτάτοις τὴν ἐπὶ μέγα ἁφθεῖσαν τοῦ διωγμοῦ πυρκαϊὰν σβεννύντες.

οὐκ ἀνθρώπινον δέ τι τούτου κατέ-

v.4.p.378
στῆ αἴτιον, οὐδ’ οἶκτος, ὡς ἂν φαίη τις, ἤ φιλανθρωπία τῶν ἀρχόντων· πολλοῦ δεῖ· πλείω γὰρ ὁσημέραι καὶ χαλεπώτερα ἀρχῆθεν εἰς ἐκεῖνο τοῦ καιροῦ τὰ καθ’ ἡμῶν αὐτοῖς ἐπενοεῖτο, ποικιλωτέραις μηχαναῖς ἄλλοτε ἄλλως τὰς καθ’ ἡμῶν αἰκίας ἐπικαινουργούντων· ἀλλ’ αὐτῆς γε τῆς θείας προνοίας ἐμφανὴς ἡ ἐπίσκεψις, τῷ μὲν αὐτῆς καταλλαττομένης λαῷ, τῷ δ’ αὐθέντῃ τῶν κακῶν ἐπεξιούσης καὶ πρωτοστάτῃ τῆς τοῦ παντὸς διωγμοῦ κακίας ἐπιχολουμένης.

καὶ γὰρ εἴ τι ταῦτ’ ἐχρῆν κατὰ θείαν γενέσθαι κρίσιν, ἀλλὰ οὐαὶ, φησὶν ὁ λόγος, δι’ οὗ τὸ σκάνδαλον ἔρχεται. μέτεισι γοῦν αὐτὸν θεήλατος κόλασις, ἐξ αὐτῆς αὐτοῦ καταρξαμένη σαρκὸς, καὶ μέχρι τῆς ψυχῆς προελθοῦσα.

ἀθρόα μὲν γὰρ περὶ τὰ μέσα τῶν ἀπορρήτων τοῦ σώματος ἀπόστασις γίνεται αὐτῷ, εἶθ’ ἕλκος ἐν βάθει συριγγῶδες, καὶ τούτων ἀνίατος νομὴ κατὰ τῶν ἐνδοτάτω σπλάγχνων, ἀφ’ ὧν ἄλεκτόν τι πλῆθος σκωλήκων βρύειν, θανατώδη τε ὀδμὴν ἀποπνέειν, τοῦ παντὸς ὄγκου τῶν σωμάτων ἐκ πολυτροφίας αὐτῷ καὶ πρὸ τῆς νόσου εἰς ὑπερβολὴν πλήθους πιμελῆς μεταβεβληκότος, ἣν τότε κατασαπεῖσαν ἀφόρητον καὶ φρικτοτάτην τοῖς πλησιάζουσι παρέχειν τὴν θέαν.

ἰατρῶν δ’ οὖν οἱ μὲν οὐδ’ ὅλως ὑπομεῖναι τὴν τοῦ δυσώδους ὑπερβάλλουσαν ἀτοπίαν οἷοί τε κατεσφάττοντο, οἱ δὲ διῳδηκότος τοῦ παντὸς ὄγκου καὶ εἰς ἀνέλπιστον σωτηρίας ἀποπεπτωκότος μηδὲν ἐπικουρεῖν δυνάμενοι ἀνηλεῶς ἐκτείνοντο.