Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VII, 16] τῶν δὲ κατὰ τὰς ἐπισήμους πόλεις μαρτυρησάντων ἐκκλησιαστικῶν ἀρχόντων πρῶτος ἡμῖν ἐν εὐσεβῶν στήλαις τῆς Χριστοῦ βασιλείας ἀναγορευέσθω μάρτυς ἐπίσκοπος τῆς Νικομηδέων πόλεως, τὴν κεφαλὴν ἀποτμηθεὶς, Ἄνθιμος.

τῶν δ᾿ ἐπ᾿ Ἀντιοχείας μαρτύρων τὸν πάντα βίον ἄριστος πρεσβύτερος τῆς αὐτόθι παροικίας Λουκιανὸς, ἐν τῇ Νικομηδείᾳ καὶ αὐτὸς, βασιλέως ἐπι-

v.4.p.369
παρόντος, τὴν οὐράνιον τοῦ Χριστοῦ βασιλείαν λόγῳ πρότερον δι’ ἀπολογίας, εἶτα δὲ καὶ ἔργοις ἀνακηρύξας.

τῶν δ’ ἐπὶ Φοινίκης μαρτύρων γένοιντ’ ἂν ἐπισημότατοι τὰ πάντα θεοφιλεῖς τῶν λογικῶν Χριστοῦ θρεμμάτων ποιμένες, Τυραννίων ἐπίσκοπος τῆς κατὰ Τυρὸν ἐκκλησίας, πρεσβύτερός τε τῆς κατὰ Σιδῶνα Ζηνόβιος, καὶ ἔτι Σιλβανὸς τῶν ἀμφὶ τὴν Ἔμισαν ἐκκλησιῶν ἐπίσκοπος.

ἀλλ’ οὗτος μὲν θηρίων βορὰ μεθ’ ἑτέρων ἐπ’ αὐτῆς ἐμίσης γενόμενος χοροῖς ἀνελήφθη μαρτύρων, τῶν δ’ ἐπ’ Ἀντιοχείας ἄμφω τὸν τοῦ θεοῦ λόγον διὰ τῆς εἰς θάνατον ὑπομονῆς ἐδοξασάτην, ὁ μὲν θαλαττίοις παραδοθεὶς βυθοῖς, ὁ ἐπίσκοπος, ὁ δὲ ἰατρῶν ἄριστος Ζηνόβιος ταῖς κατὰ τῶν πλευρῶν ἐπιτεθείσαις αὐτῷ καρτερῶς ἐναποθανὼν βασάνοις.

τῶν δ’ ἐπὶ Παλαιστίνης μαρτύρων Σιλβανὸς, ἐπίσκοπος τῶν ἀμφὶ τὴν Γάζαν ἐκκλησιῶν, κατὰ τὰ ἐν Φαίνοι χαλκοῦ μέταλλα σὺν ἑτέροις ἑνὸς δέουσι τὸν ἀριθμὸν τεσσαράκοντα τὴν κεφαλὴν ἀποτέμνεται, Αἰγύπτιοί τε αὐτόθι Πήλευς καὶ Νεῖλος ἐπίσκοποι μεθ’ ἑτέρων τὴν διὰ πυρὸς ὑπέμειναν τελευτήν.

καὶ τὸ μέγα δὲ κλέος τῆς Καισαρέων παροικίας ἐν τούτοις ἡμῖν μνημονευέσθω Πάμφιλος πρεσβύτερος, τῶν καθ’ ἡμᾶς θαυμασιώτατος, οὗ τῶν ἀνδραγαθημάτων τὴν ἀρετὴν κατὰ τὸν δέοντα καιρὸν ἀνεγράψαμεν.

τῶν δ’ ἐπ’ Ἀλεξανδρείας καθ’ ὅλης τε Αἰγύπτου καὶ Θηβαΐδος διαπρεπῶς τελειωθέντων πρῶτος Πέτρος, αὐτῆς Ἀλεξανδρείας ἐπίσκοπος, θεῖόν τι χρῆμα διδασκάλων τῆς ἐν Χριστῷ θεοσεβείας, ἀναγεγράφθω, καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων Φαῦστος καὶ Δῖος [*](25 ἀνεγράψαμεν] VI, 32. VII, 32. De mart. Palaest. c. 11.)

v.4.p.370
καὶ Ἀμμώνιος, τέλειοι Χριστοῦ μάρτυρες, Φιλέας τε καὶ Ἡσύχιος καὶ Παχύμιος καὶ Θεόδωρος, τῶν ἀμφὶ τὴν Αἴγυπτον ἐκκλησιῶν ἐπίσκοποι, μυρίοι τε ἐπὶ τούτοις ἄλλοι διαφανεῖς, οἱ πρὸς τῶν κατὰ χώραν καὶ τόπον παροικιῶν μνημονεύονται, ὧν ἀνὰ τὴν πᾶσαν οἰκουμένην ὑπὲρ τῆς εἰς τὸ θεῖον εὐσεβείας ἠγωνισμένων γραφῇ παραδιδόναι τοὺς ἄθλους, ἐπ’ ἀκριβές τε ἕκαστα τῶν περὶ αὐτοὺς συμβεβηκότων ἱστορεῖν, οὐχ ἡμέτερον, τῶν δ’ ὄψει τὰ πράγματα παρειληφότων ἴδιον ἂν γένοιτο. οἷς γε μὴν αὐτὸς παρεγενόμην, τούτους καὶ τοῖς μεθ’ ἡμᾶς γνωρίμους δι’ ἑτέρας ποιήσομαι γραφής.

κατά γε μὴν τὸν παρόντα λόγον τὴν παλινῳδίαν τῶν περὶ ἡμὰς εἰργασμένων τοῖς εἰρημένοις ἐπισυνάψω, τά τε ἐξ ἀρχῆς τοῦ διωγμοῦ συμβεβηκότα, χρησιμώτατα τυγχάνοντα τοῖς ἐντευξομένοις.

τὰ μὲν οὖν πρὸ τοῦ καθ’ ἡμῶν πολέμου τῆς Ῥωμαίων ἡγεμονίας, ἐν ὅσοις δὴ χρόνοις τὰ τῶν ἀρχόντων φίλιά τε ἡμῖν ἦν καὶ εἰρηναῖα, ὁπόσης ἀγαθῶν εὐφορίας καὶ εὐετηρίας ἠξίωτο, τίς ἂν ἐξαρκέσειε λόγος διηγήσασθαι; ὁπότε καὶ οἱ μάλιστα τῆς καθόλου κρατοῦντες ἀρχῆς, δεκαετηρίδας καὶ εἰκοσαετηρίδας τῆς βασιλείας ἐκπλήσαντες, ἐν ἑορταῖς καὶ πανηγύρεσι, φαιδροτάταις τε θαλίαις καὶ εὐφροσύναις μετὰ πάσης εὐσταθοῦς διετέλουν εἰρήνης.

οὕτω δ’ αὐτοῖς ἀπαραποδίστως αὐξούσης καὶ ἐπὶ μέγα ὁσημέραι προιούσης τῆς ἐξουσίας, ἀθρόως τῆς πρὸς ἡμὰς εἰρήνης μεταθέμενοι, πόλεμον ἄσπονδον ἐγείρουσιν, οὔπω δ’ αὐτοῖς τῆς τοιασδὶ κινήσεως δεύτερον ἔτος πεπλήρωτο, καί τι περὶ τὴν ὅλην ἀρχὴν νεώτερον γεγονὸς τὰ πάντα πράγματα ἀνατρέπει.

νόσου γὰρ οὐκ αἰσίας τῷ πρωτοστάτῃ τῶν εἰρημένων ἐπισκηψάσης,

v.4.p.371
ὑφ’ ἧς δὴ καὶ τὰ τῆς διανοίας εἰς ἔκστασιν αὐτῷ παρήγετο, σὺν τῷ μετ’ αὐτὸν δευτερείοις τετιμημένῳ τὸν δημώδη καὶ ἰδιωτικὸν ἀπολαμβάνει βίον· οὔπω δὲ ταὐτ’ αὐτῷ οὕτω πέπρακτο, καὶ διχῆ τὰ πάντα τῆς ἀρχῆς διαιρεῖται, πρᾶγμα μηδ’ ἄλλοτέ πω πάλαι γεγονὸς μνήμῃ παραδεδομένον.

χρόνου δ’ οὐ πλείστου μεταξὺ γενομένου βασιλεὺς Κωνστάντιος, τὸν πάντα βίον πραότατα καὶ τοῖς ὑπηκόοις εὐνοικώτατα, τῷ τε θείῳ λόγῳ προσφιλέστατα διαθέμενος, παῖδα γνήσιον Κωνσταντῖνον αὐτοκράτορα καὶ σεβαστὸν ἀνθ’ ἑαυτοῦ καταλιπὼν, κοινῷ φύσεως νόμῳ τελευτᾷ τὸν βίον, πρῶτός τε ἐν θεοῖς ἀνηγορεύετο παρ’ αὐτοῖς, ἁπάσης μετὰ θάνατον, ὅση βασιλεῖ τις ἂν ὠφείλετο, τιμῆς ἠξιωμένος, χρηστότατος καὶ ἠπιώτατος βασιλέων,

ὃς δὴ καὶ μόνος τῶν καθ’ ἡμᾶς ἐπαξίως τῆς ἡγεμονίας τὸν πάντα τῆς ἀρχῆς διατελέσας χρόνον, καὶ τἄλλα τοῖς πᾶσι δεξιώτατον καὶ εὐεργετικώτατον παρασχὼν ἑαυτὸν, τοῦ δὲ καθ’ ἡμῶν πολέμου μηδαμῶς ἐπικοινωνήσας, ἀλλὰ καὶ τοὺς ὑπ’ αὐτὸν θεοσεβεῖς ἀβλαβεῖς καὶ ἀνεπηρεάστους φυλάξας, καὶ μήτε τῶν ἐκκλησιῶν τοὺς οἴκους καθελὼν, μήθ’ ἕτερόν τι καθ’ ἡμῶν καινουργήσας, τέλος εὐδόκιμον καὶ τρισμακάριον ἀπείληφε τοῦ βίου, μόνος ἐπὶ τῆς αὐτοῦ βασιλείας εὐμενῶς καὶ ἐπιδόξως ἐπὶ διαδόχῳ γνησίῳ παιδὶ, πάντα σωφρονεστάτῳ τε καὶ εὐσεβεστάτῳ, τελευτήσας.

τούτου παῖς Κωνσταντῖνος εὐθὺς ἀρχόμενος, βασιλεὺς τελεώτατος καὶ σεβαστός πρὸς τῶν στρατοπέδων, καὶ ἔτι πολὺ τούτων πρότερον πρὸς αὐτοῦ τοῦ παμβασιλέως θεοῦ ἀναγορευθεὶς, ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστήσατο. καὶ οὗτος μὲν τοι-

v.4.p.372
οὗτος. Λικίννιος δὲ ἐπὶ τούτοις ὑπὸ κοινῆς ψήφου τῶν κρατούντων αὐτοκράτωρ καὶ σεβαστὸς ἀναπέφηνε.

ταῦτα Μαξιμῖνον δεινῶς ἐλύπει, μόνο Καίσαρα παρὰ πάντας εἰσέτι τότε χρηματίζοντα, ὃ δὴ οὖν τὰ μάλιστα τυραννικὸς ὢν, παραρπάσας ἑαυτῷ τὴν ἀξίαν, σεβαστὸς ἦν, αὐτὸς ὑφ’ ἑαυτοῦ γεγονώς· ἐντούτῳ δὲ Κωνσταντίνῳ μηχανὴν θανάτου συρράπτων ἁλοὺς ὁ μετὰ τὴν ἀπόθεσιν ἐπανῃρῆσθαι δεδηλωμένος, αἰσχίστῳ καταστρέφει θανάτῳ. πρῴ του δὲ τούτου τὰς ἐπὶ τιμῇ γραφὰς, ἀνδριάντας τ’ καὶ ὅσα τοιαῦτα ἐπ’ ἀναθέσει νενόμισται, ὡς ἀνοσίο καὶ δυσσεβεστάτου καθῄρουν.