Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VII, 10] Ἤδη γοῦν ὅλην Χριστιανῶν πολίχνην αὔτανδρον ἀμφὶ τὴν Φρυγίαν ἐν κύκλῳ περιβαλόντες ὁπλῖται, πῦρ τε ὑφάψαντες, [*](14 Exod. 22, 20. Exod. 20, 3.)

v.4.p.365
κατέφλεξαν αὐτοὺς ἅμα νηπίοις καὶ γυναιξὶ, τὸν ἐπὶ πάντων θεὸν ἐπιβοωμένους· ὅτι δὴ πανδημεὶ πάντες οἱ τὴν πόλιν οἰκοῦντες, λογιστής τε αὐτὸς καὶ στρατηγὸς σὺν τοῖς ἐν τέλει πᾶσι καὶ ὅλῳ δήμῳ, Χριστιανοὺς σφᾶς ὁμολογοῦντες, οὐδ᾿ ὁπωστιοῦν τοῖς προστάττουσιν εἰδωλολατρεῖν ἐπειθάρχουν.

καί τις ἕτερος ῾Ρωμαϊκῆς ἀξίας ἐπειλημμένος, Ἄδαυκτος ὄνομα, γένος τῶν παρ᾿ Ἰταλοῖς ἐπισήμων, διὰ πάσης διελθὼν ἀνὴρ τῆς παρὰ βασιλεῦσι τιμῆς, ὡς καὶ τὰς καθόλου διοικήσεις τῆς παρ᾿ αὐτοῖς καλουμένης μαγιστρότητός τε καὶ καθολικότητος ἀμέμπτως διελθεῖν, ἐπὶ πᾶσι τούτοις διαπρέψας τοῖς ἐν θεοσεβείᾳ κατορθώμασι καὶ ταῖς εἰς τὸν Χριστὸν τοῦ θεοῦ ὁμολογίαις, τῷ τοῦ μαρτυρίου διαδήματι κατεκοσμήθη, ἐπ᾿ αὐτῆς τῆς τοῦ καθολικοῦ πράξεως τὸν ὑπὲρ εὐσεβείας ὑπομείνας ἀγῶνα.