Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VI, 7] Σημαίνων δὲ ἐν ταὐτῷ καὶ περὶ τῶν κατὰ Σαβέλλιον αἱρετικῶν ὡς κατ’ αὐτὸν ἐπιπολαζόντων ταῦτά φησι “περὶ γὰρ τοῦ νῦν “κινηθέντος έν τῇ Πτολεμαίδι τῆς Πενταπόλεως “δόγματος, ὄντος ἀσεβοῦς καὶ βλασφημίαν πολλὴν “ἔχοντος περὶ τοῦ παντοκράτορος θεοῦ, πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀπιστίαν τε πολλὴν περὶ τοῦ μονογενοῦς παιδὸς αὐτοῦ καὶ πρωτοτόκου πάσης κτίσεως, τοῦ ἐνανθρωπήσαντος λόγου, ἀναισθησίαν δὲ τοῦ ἁγίου πνεύματος, ἐλθόντων ἐκατέ- ‟πωθεν πρὸς ἐμὲ καὶ προγραμμάτων καὶ τῶν διαλεξομένων ἀδελφῶν, ἐπέστειλά τινα ὡς ἐδυνήθην, παρασχόντος τοῦ θεοῦ, διδασκαλικώτερον ὑφηγούμενος, ὧν τὰ ἀντίγραφα ἔπεμψά σοι.