Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VI, 34—37] καθ’ οὓς τῆς Ῥωμαίων προστάντα ἐκκλησίας ἔτεσι Εὐτυχιανὸς διαδέχεται· οὐδ’ ὅλοις δὲ μησὶν οὗτος δέκα διαγενόμενος Γαΐῳ τῷ καθ’ ἡμὰς καταλείπει τὸν κλῆρον. καὶ τούτου δὲ ἀμφὶ τὰ πεντεκαίδεκα

v.4.p.340
ἔτη προστάντος Μαρκελλῖνος κατέστη διάδοχος, ὃν καὶ αὐτὸν ὁ διωγμὸς κατείληφε.

κατὰ τούσδε τῆς Ἀντιοχέων ἐπισκοπῆς μετὰ Δόμνον ἡγήσατ’ Τίμαιος, ὃν ὁ καθ’ ἡμὰς διεδέξατο Κύριλλος, ὃν Δωρόθεον πρεσβείου τοῦ κατὰ Ἀντιόχειαν ἠξιω μένον τῶν τηνικάδε λόγιον ἄνδρα ἔγνωμεν. φιλόκαλο δ’ οὗτος περὶ τὰ θεῖα γεγονὼς καὶ τῆς Ἑβραίων ἐπεμελήθη γλώττης, ὡς καὶ αὐταῖς ταῖς Ἑβραϊκαῖς γραφαῖς ἐπιστημόνως ἐντυγχάνειν.

. ἦν δ’ οὗτο τῶν μάλιστα ἐλευθερίων, προπαιδείας τε τῆς καθ’ Ἕλληνας οὐκ ἄμοιρος, τὴν φύσιν δὲ ἄλλως εὐνοῦχος, οὕτω πεφυκὼς ἐξ αὐτῆς γενέσεως ὡς καὶ βασιλέα διὰ τοῦτο οἷόν τι παράδοξον αὐτὸν οἰκειώσασθαι, καὶ τιμῆσαί γε ἐπιτροπῇ τῆς κατὰ Τυρὸν ἁλουργοῦ βαφῆς.

τούτου μετρίως τὰς γραφὰς ἐπὶ τῆς ἐκκλησίας διηγουμένου κατηκούσαμεν. μετὰ δὲ Κύριλλον Τύραννος τῆς Ἀντιοχέων παροικίας τὴν ἐπισκοπὴν διεδέξατο, καθ’ ὃν ἤκμασεν ἡ τῶν ἐκκλησιῶν πολιορκία.

τῆς δ’ ἐν Λαοδικείᾳ παροικίας ἡγήσατο μετὰ Σωκράτην Εὐσέβιος, ἀπὸ Ἀλεξανδρέων ὁρμηθεὶς πόλεως. αἰτία δ’ αὐτῷ τῆς μεταναστάσεως ὑπῆρξεν ἡ κατὰ τὸν Παῦλον ὑπόθεσις, δι’ ὃν τῆς Συρίας ἐπιβὰς πρὸς τῶν τῇδε περὶ τὰ θεῖα ἐσπουδακότων τῆς οἴκαδε πορείας εἴργεται, ἐπέραστόν τι θεοσεβείας χρῆμα τῶν καθ’ ἡμὰς γενόμενος, ὡς καὶ ἀπὸ τῶν παρατεθεισῶν Διονυσίου φωνῶν διαγνῶναι ῥᾴδιον.

Ἀνατόλιος αὐτῷ διάδοχος, ἀγαθός φασιν ἀγαθοῦ, καθίσταται, γένος μὲν καὶ αὐτὸς Ἀλεξανδρεὺς, λόγων δ’ ἕνεκα καὶ παιδείας τῆς Ἑλλήνων φιλοσοφίας τε τὰ τῶν μάλιστα καθ’ ἡμᾶς δοκιμωτάτων ἀπενηνεγμένος, ἅτε ἀριθμητικῆς καὶ γεωμετρίας ἀστρονομίας

v.4.p.341
τε καὶ τῆς ἄλλης διαλεκτικῆς, ἔτι τε φυσικῆς θεωρίας, ῥητορικῶν τε αὖ μαθημάτων ἐληλακὼς εἰς ἄκρον· ὧν ἕνεκα καὶ τῆς ἐπ’ Ἀριστοτέλους διαδοχῆς τὴν διατριβὴν λόγος ἔχει πρὸς τῶν τῇδε πολιτῶν συστήσασθαι αὐτὸν ἀξιωθῆναι.

μυρίας μὲν οὖν τοῦδε καὶ ἄλλας ἀριστείας ἐν τῇ κατ’ Ἀλεξάνδρειαν τοῦ Προυχείου πολιορκίᾳ μνημονεύουσιν, ἅτε τῶν ἐν τέλει προνομίας ἐξαιρέτου πρὸς ἀπάντων ἠξιωμένου, δείγματος δὲ ἕνεκα μόνου τοῦδε ἐπιμνησθήσομαι.

τοῦ πυροῦ, φασὶ, τοῖς πολιορκουμένοις ἐπιλελοιπότος, ὡς ἤδη τῶν ἔξωθεν πολεμίων μᾶλλον αὐτοῖς τὸν λιμὸν ἀφόρητον καθεστάναι, παρὼν ὁ δηλούμενος οἰκονομεῖταί τι τοιοῦτον. θατέρου μέρους τῆς πόλεως τῷ Ῥωμαϊκῷ συμμαχοῦντος στρατῷ, ταύτῃ τε τυγχάνοντος ἀπολιορκήτου, τὸν Εὐσέβιον ἔτι γὰρ εἶναι τότε αὐτόθι πρὸ τῆς ἐπὶ Συρίαν μεταναστάσεως) ἐν τοῖς ἀπολιορκήτοις ὄντα, μέγα τε κλέος καὶ διαβόητον ὄνομα μέχρι καὶ τοῦ Ῥωμαίων στρατηλάτου κεκτημένον, περὶ τῶν λιμῷ διαφθειρομένων κατὰ τὴν πολιορκίαν πέμψας ὁ Ἀνατόλιος ἐκδιδάσκει.

ὁ δὲ μαθὼν σωτηρίαν τοῖς ἀπὸ τῶν πολεμίων αὐτομόλοις παρασχεῖν ὡς ἐν μεγίστῃ χάριτι δωρεὰς τὸν Ῥωμαίων στρατηγὸν αἰτεῖται, καὶ τῆς ἀξιώσεως γε τυχὼν ἐμφανὲς τῷ Ἀνατολίῳ καθίστησιν. ὁ δὲ αὐτίκα τὴν ἐπαγγελίαν δεξάμενος, βουλὴν τῶν Ἀλεξανδρέων συναγαγὼν, τὰ μὲν πρῶτα πάντας ἠξίου φιλικὴν δοῦναι Ῥωμαίοις δεξιὰν, ὡς δ’ ἀγριαίνοντας ἐπὶ τῷ λόγῳ συνεῖδεν, ἀλλ’ οὐ τούτῳ γε, φησὶν, ἀντιλέξειν ποθ’ ὑμὰς οἴομαι, εἰ τοὺς περιττοὺς καὶ ἡμῖν αὐτοῖς οὐδαμῆ χρησίμους, γραΐδας καὶ νήπια καὶ πρεσβύτας, ἐκδοῦναι πυλῶν ἔξω βαδίζειν ὅποι καὶ

v.4.p.342
βούλοιντο συμβουλεύσαιμι. τί γὰρ δὴ τούτους εἰς μάτην ὅσον οὔπω τεθνηξομένους παρ’ ἑαυτοῖς ἔχοιμεν; τί δὲ τοὺς ἀναπήρους καὶ τὰ σώματα λελωβημένους τῷ λιμῷ κατατρύχομεν, τρέφειν δέον μόνους ἄνδρας καὶ νεανίας, καὶ τὸν ἀναγκαῖον πυρὸν τοῖς ἐπὶ φυλακῇ τῆς πόλεως ἐπιτηδείοις ταμιεύεσθαι;

τοιούτοις τισὶ λογισμοῖς πείσας τὸ συνέδριον, ψῆφον πρῶτος ἀναστὰς ἐκφέρει, πὰν τὸ τῇ στρατείᾳ μὴ ἐπιτήδειον εἴτε ἀνδρῶν εἴτε γυναικῶν γένος ἀπολύειν τῆς πόλεως, ὅτι μηδὲ καταμένουσιν αὐτοῖς καὶ εἰς τὸ ἄχρηστον ἐν τῇ πόλει διατρίβουσιν ἐλπὶς ἂν γένοιτο σωτηρίας, πρὸς τοῦ λιμοῦ διαφθαρησομένοις.

ταύτῃ δὲ τῶν λοιπῶν ἁπάντων τῇ βουλῇ συγκατατεθειμένων μικροῦ δεῖν τοὺς πάντας τῶν πολιορκουμένων διεσώσατο, ἐν πρώτοις μὲν τοὺς ἀπὸ τῆς ἐκκλησίας, ἔπειτα δὲ καὶ τῶν ἄλλων τῶν κατὰ τὴν πόλιν πᾶσαν ἡλικίαν διαδιδράσκειν προμηθούμενος, οὐ μόνον τῶν κατὰ τὴν ψῆφον δεδογμένων, τῇ δὲ τούτων προφάσει καὶ μυρίους ἄλλους λεληθότως γυναικείαν στολὴν ἀμπισχομένους, νύκτωρ τε τῇ ἐκείνου φροντίδι τῶν πυλῶν ἐξιόντας καὶ ἐπὶ τὴν Ῥωμαίων στρατιὰν ὁρμῶντας. ἔνθα τοὺς πάντας ὑποδεχόμενος ὁ Εὐσάβιος πατρὸς καὶ ἰᾶτ’ ῥοῦ δίκην κεκακωμένους ἐκ τῆς μακρὰς πολιορκίας διὰ πάσης προνοίας καὶ θεραπείας ἀνεκτᾶτο.

τοιούτων ἡ κατὰ Λαοδίκειαν ἐκκλησία δύο ἐφεξῆς κατὰ διαδοχὴν ἠξιώθη ποιμένων, σὺν θείᾳ προμηθείᾳ μετὰ τὸν δηλωθέντα πόλεμον ἐκ τῆς Αλεξανδρέων πόλεως ἐπὶ τὰ τῇδε μετεληλυθότων.

οὐ ὢ μὲν οὖν ἐσπουδάσθη πλεῖστα τῷ Ἀνατολίῳ συγγράμματα, τοσαῦτα δ’ εἰς ἡμᾶς ἐλήλυθε, δι’ ὧν αὐτοῦ καταμαθεῖν δυνατὸν ὁμοῦ τό τε λόγιον καὶ

v.4.p.343
πολυμαθὲς, ἐν οἷς μάλιστα τὰ περὶ τοῦ πάσχα δόξαντα παρίστησιν, ἀφ᾿ ὧν ἀναγκαῖον ἂν εἴη τούτων ἐπὶ τοῦ παρόντος μνημονεῦσαι.

[Ἐκ τῶν περὶ τοῦ πάσχα Ἀνατολίου κανόνων]

“Ἔχει τοίνυν ἐν τῷ πρώτῳ ἔτει τὴν νου- “μηνίαν τοῦ πρώτου μηνὸς , ἥτις ἁπάσης ἐστὶν ἀρχὴ “τῆς ἐννεακαιδεκαετηρίδος, τῇ κατ᾿ Αἰγυπτίους μὲν “Φαμενὼθ ἕκτῃ καὶ εἰκάδι, κατὰ δὲ τοὺς Μακεδό- “νων μῆνας Δύστρου δευτέρα καὶ εἰκάδι, ὡς δ᾿ “ἄν εἴποιεν ῾Ρωμαῖοι, πρὸ ἕνδεκα Καλανδῶν Ἀπριλ- “λίων.

εὑρίσκεται δὲ ὁ ἥλιος ἐν τῇ προκειμένῃ “Φαμενὼθ ἕκτῃ καὶ εἰκάδι οὐ μόνον ἐπιβὰς τοῦ “πρώτου τμήματος, ἀλλ᾿ ἤδη καὶ τετάρτην ἡμέραν “ἐν αὐτῷ διαπορευόμενος. τοῦτο δὲ τὸ τμῆμα πρῶ- “τον δωδεκατημόριον καὶ ἰσημερινὸν καὶ μηνῶν “ἀρχὴν καὶ κεφαλὴν τοῦ κύκλου καὶ ἄφεσιν τοῦ “τῶν πλανητῶν δρόμου καλεῖν εἰώθασι, τὸ δὲ πρὸ “τούτου μηνῶν ἔσχατον καὶ τμῆμα δωδέκατον καὶ “τελευταῖον δωδεκατημόριον καὶ τέλος τῆς τῶν πλα- “νητῶν περιόδου. διὸ καὶ τοὺς ἐν αὐτῷ τιθεμένους “τὸν πρῶτον μῆνα καὶ τὴν τεσσαρεσκαιδεκάτην “τοῦ πάσχα κατ᾿ αὐτὴν λαμβάνοντας οὐ μικρῶς “οὐδ᾿ ὡς ἔτυχεν ἁμαρτάνειν φαμέν.

ἔστι δ᾿ οὐχ “ἡμέτερος οὗτος ὁ λόγος, Ἰουδαίοις δὲ ἐγινώσκετο “τοῖς πάλαι καὶ πρὸ Χριστοῦ, ἐφυλάττετό τε πρὸς “αὐτῶν μάλιστα. μαθεῖν δ᾿ ἔστιν ἐκ τῶν ὑπὸ Φί- “λωνος, Ἰωσήπου, Μουσαίου λεγομένων, καὶ οὐ “μόνων τούτων, ἀλλὰ καὶ τῶν ἔτι παλαιοτέρων, “ἀμφοτέρων Ἀγαθοβούλων τῶν ἐπίκλην διδασκά- “λων, Ἀριστοβούλου τοῦ πάνυ, ὃς ἐν τοῖς ἑβδομή- “κοντα κατειλεγμένος τοῖς τὰς ἱερὰς καὶ θείας “Ἑβραίων ἑρμηνεύσασι γραφὰς Πτολεμαίῳ τῷ Φιλα-

v.4.p.344
“δέλφῳ καὶ τῷ τούτου πατρὶ, καὶ βίβλους ἐξηγητι- “κὰς τοῦ Μωυσέως νόμου τοῖς αὐτοῖς προσεφώνησε “βασιλεῦσιν.

οὗτοι τὰ ζητούμενα κατὰ τὴν Ἔξοδον ἐπιλύοντές φασι δεῖν τὰ διαβατήρια θύειν ἐπ’ “ἴσης ἅπαντας μετὰ ἰσημερίαν ἐαρινὴν, μεσοῦντος “τοῦ πρώτου μηνός· τοῦτο δὲ εὑρίσκεσθαι, τὸ πρῶ- “τον τμῆμα τοῦ ἡλιακοῦ, ἢ ὥς τινες αὐτῶν ὠνόμασαν, ζωοφόρου κύκλου διεξιόντος ἡλίου. ὁ δὲ Ἀριστόβουλος προστίθησιν ὡς εἴη ἐξ ἀνάγκης τῇ “τῶν διαβατηρίων ἑορτῇ, μὴ μόνον τὸν ἥλιον τὸ ἰσημερινὸν διαπορεύεσθαι τμῆμα, καὶ τὴν σελήνην “δέ.

τῶν γὰρ ἰσημερινῶν τμημάτων ὄντων δύο, “τοῦ μὲν ἐαρινοῦ, τοῦ δὲ μετοπωρινοῦ, καὶ διαμετρούντων ἄλληλα, δοθείσης τε τῆς τῶν διαβα- “τηρίων ἡμέρας τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς μεθ’ ἐσπέραν, ἐστήξεται μὲν ἡ σελήνη τὴν ἐναντίαν καὶ διάμετρον τῷ ἡλίῳ στάσιν, ὥσπερ οὖν ἔξεστιν ἐν ταῖς πανσελήνοις ὁρᾶν, ἔσονται δὲ ὁ μὲν κατὰ τὸ ἐαρινὸν ἰσημερινὸν, ὁ ἥλιος, τμῆμα, ἡ δὲ ἐξ ἀνάγκης κατὰ τὸ φθινοπωρινὸν ἰσημερινὸν, ἡ σελήνη.

οἶδα πλεῖστα καὶ ἄλλα πρὸς αὐτῶν λεγόμενα, τοῦτο μὲν πιθανὰ, τοῦτο δὲ κατὰ τὰς κυριακὰς ἀποδείξεις προι·όντα, δι’ ὧν παριστάνειν πειρῶνται, τὴν τοῦ πάσχα καὶ τῶν ἀζύμων ἑορτὴν δεῖν πάντως μετ’ ἰσημερίαν ἄγεσθαι· παρίημι δὲ τὰς τοιαύτας τῶν ἀποδείξεων ὕλας ἀπαιτῶν, ὧν περιῄρηται μὲν τὸ ἐπὶ τοῦ Μωυσέως νόμῳ κάλυμμα, ἀνακεκαλυμμένῳ δὲ τῷ προσώπῳ λοιπὸν ἤδη Χριστὸν καὶ τὰ Χριστοῦ ἀεὶ κατοπτρίζεσθαι μαθήματά τε καὶ παθήματα. τοῦ δὲ τὸν πρῶτον παρ’ Ἑβραί- “οις ὄις μῆνα περὶ ἰσημερίαν εἶναι παραστατικὰ καὶ τὰ “ἐν τῷ Ἐωὼχ μαθήματα.“

καὶ ἀριθμητικὰς δὲ

v.4.p.345
καταλέλοιπεν ὁ αὐτὸς ἐν ὅλοις δέκα συγγράμμασιν εἰσαγωγὰς, καὶ ἄλλα δείγματα τῆς περὶ τὰ θεῖα σχολῆς τε αὐτοῦ καὶ πολυπειρίας.