Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καθ᾿ ὃν τελευταίας συγκροτηθείσης πλεί-

v.4.p.333
στῶν ὅσων ἐπισκόπων συνόδου φωραθεὶς καὶ πρὸς ἀπάντων ἤδη σαφῶς καταγνωσθεὶς ἑτεροδοξίαν ὁ τῆς κατὰ Ἀντιόχειαν αἱρέσεως ἀρχηγὸς τῆς ὑπὸ τὸν οὐρανὸν καθολικῆς ἐκκλησίας ἀποκηρύττεται.

μάλιστα δ’ αὐτὸν εὐθύνας ἐπικρυπτόμενον διήλεγξε Μαλχίων, ἀνὴρ τά τε ἄλλα λόγιος καὶ σοφὸς, τῆς τῶν ἐπ’ Ἀντιοχείας Ἑλληνικῶν παιδευτηρίων διατριβῆς προεστὼς, οὐ μὴν ἀλλὰ καὶ δι’ ὑπερβάλλουσαν τῆς εἰς Χριστὸν πίστεως γνησιότητα πρεσβυτερίου τῆς αὐτόθι παροικίας ἠξιωμένος· οὗτός γέ τοι ἐπισημειουμένων ταχυγράφων ζήτησιν πρὸς αὐτὸν ἐνστησάμενος, ἣν καὶ εἰς δεῦρο φερομένην ἴσμεν, μόνος ἴσχυσε τῶν ἄλλων κρυψίνουν ὄντα καὶ ἀπατηλὸν φωρᾶσαι τὸν ἄνθρωπον.