Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ὁ δὲ προσεχῶς ἐντυγχάνων εὑρήσει ἐν ἑκατέρῳ πολλὴν τὴν ζωὴν, πολὺ τὸ φῶς, ἀποτροπὴν τοῦ σκότους, συνεχῆ τὴν ἀλήθειαν, τὴν χάριν, τὴν χαρὰν, τὴν σάρκα καὶ τὸ αἷμα τοῦ κυρίου, τὴν κρίσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, τὴν πρὸς ἡμᾶς ἀγάπην τοῦ θεοῦ, τὴν πρὸς ἀλλήλους ἡμὰς ἀγάπης ἐντολὴν, ὡς πάσας δεῖ φυλάσσειν τὰς ἐντολάς· ὁ ἔλεγχος τοῦ κόσμου, τοῦ διαβόλου, τοῦ ἀντιχρίστου, ἡ ἐπαγγε- [*](7 Ev. loann. 1, 1. 14. Ep. loann. 1, 1. et 2.)

v.4.p.330
“λία τοῦ ἁγίου πνεύματος, ἡ υἱοθεσία τοῦ θεοῦ, ἡ “διόλου πίστις ἡμῶν ἀπαιτουμένη, ὁ πατὴρ καὶ ὁ υἱὸς πανταχοῦ· καὶ ὅλως διὰ πάντων χαρακτηρί- “ζοντας ἕνα καὶ τὸν αὐτὸν συνορᾶν τοῦ τε εὐαγγε- “λίου καὶ τῆς ἐπιστολῆς χρῶτα πρόκειται.

ἀλ- “λοιοτάτη δὲ καὶ ξένη παρὰ ταῦτα ἡ Ἀποκάλυψις, “μήτε ἐφαπτομένη μήτε γειτνιῶσα τούτων μηδενὶ, “σχεδὸν ὡς εἰπεῖν μηδὲ συλλαβὴν πρὸς αὐτὰ κοινὴν “ἔχουσα.

ἀλλ’ οὐδὲ μνήμην τινὰ οὐδὲ ἔννοιαν “οὔτε ἡ ἐπιστολὴ τῆς Ἀποκαλύψεως ἔχει ἐῶ γὰρ τὸ “εὐαγγέλιον), οὔτε τῆς ἐπιστολῆς ἡ Ἀποκάλυψις, “Παύλου διὰ τῶν ἐπιστολῶν ὑποφήναντός τι καὶ “περὶ τῶν ἀποκαλύψεων αὐτοῦ, ἃς οὐκ ἐνέγραψε “καθ᾿ αὑτάς.

ἔτι δὲ καὶ τῆς φράσεως τὴν δια- “φορὰν ἔστι τεκμήρασθαι τοῦ εὐαγγελίου καὶ τῆς “ἐπιστολῆς πρὸς τὴν Ἀποκάλυψιν.

τὰ μὲν γὰρ “οὐ μόνον ἀπταίστως κατὰ τὴν τῶν Ἑλλήνων φωνὴν, “ἀλλὰ καὶ λογιώτατα ταῖς λέξεσι, τοῖς συλλογισμοῖς, “ταῖς συντάξεσι τῆς ἑρμηνείας γέγραπται. πολλοῦ “γε δεῖ βάρβαρόν τινα φθόγγον ἢ σολοικισμὸν ἢ “ὅλως ἰδιωτισμὸν ἐν αὐτοῖς εὑρεθῆναι. ἑκάτερον ‘γὰρ εἶχεν, ὡς ἔοικε, τὸν λόγον, ἀμφοτέρους αὐτῷ “χαρισαμένου τοῦ κυρίου, τόν τε τῆς γνώσεως, τόν “τε τῆς φράσεως.

τοῦτον δὲ ἀποκάλυψιν μὲν “ἑωρακέναι, καὶ γνῶσιν εἰληφέναι καὶ προφητείαν, οὐκ ἀντερῶ, διάλεκτον μέντοι καὶ γλῶτταν οὐκ ἀκριβῶς ἑλληνίζουσαν αὐτοῦ βλέπω, ἀλλ’ ἰδιώ- ῾μασί τε βαρβαρικοῖς χρώμενον, καί που καὶ σολοι- “κίζοντα.

ἅπερ οὐκ ἀναγκαῖον νῦν ἐκλέγειν· “οὐδὲ γὰρ ἐπισκώπτων, μή τις νομίσῃ, ταῦτα εἷ- ‘πον, ἀλλὰ μόνον τὴν ἀνομοιότητα διευθύνων τῶν γράφων.

v.4.p.331