Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VI, 20] Μετὰ ταῦτα λοιμικῆς τὸν πόλεμον διαλαβούσης νόσου, τῆς τε ἑορτῆς πλησιαζούσης, αὖθις διὰ γραφῆς τοῖς ἀδελφοῖς ὁμιλεῖ, τὰ τῆς συμφορᾶς ἐπισημαινόμενος πάθη διὰ τούτων

“τοῖς μὲν ἄλλοις ἀνθρώποις οὐκ ἂν δόξειε “καιρὸς ἑορτῆς εἶναι τὰ παρόντα. οὐδ’ ἔστιν αὐτοῖς “οὔτε οὗτος οὔτε τις ἕτερος, οὐχ ὅπως τῶν ἐπιλύπων, ῾ἀλλ’ οὐδ’ εἴ τις περιχαρὴς, ὃν οἰηθεῖεν μάλιστα. “νῦν μέν γε θρῆνοι πάντα, καὶ πενθοῦσι πάντες, καὶ περιηχοῦσιν οἰμωγαὶ τὴν πόλιν διὰ τὸ πλῆθος ῾τῶν τεθνηκότων καὶ τῶν ἀποθνησκόντων ὁσημέραι. “

ὡς γὰρ ἐπὶ τῶν πρωτοτόκων τῶν Αἰγυπτίων γέγραπται, οὕτως καὶ νῦν ἐγενήθη κραυγὴ μεγάλη. οὐ γάρ ἐστιν οἰκία, ἐν ᾗ οὐκ ἔστιν ἐν αὐτῇ τεθνη· κώς· καὶ ὤφελόν γε· πολλὰ μὲν γὰρ καὶ δεινὰ καὶ

v.4.p.320
“τὰ πρὸ τούτου συμβεβηκότα.

πρῶτον μὲν ἡμᾶς “ἤλασαν, καὶ μόνοι πρὸς ἁπάντων διωκόμενοι καὶ “θανατούμενοι ἑωρτάσαμεν καὶ τότε, καὶ πᾶς ὁ τῆς “καθ᾿ ἕκαστον θλίψεως τόπος πανηγυρικὸν ἡμῖν “γέγονε χωρίον, ἀγρὸς, ἐρημία, ναῦς, πανδοχεῖον, “δεσμωτήριον· φαιδροτάτην δὲ πασῶν ἤγαγον ἑορ- “τὴν οἱ τέλειοι μάρτυρες εὐωχηθέντες ἐν οὐρανῷ. “

μετὰ δὲ ταῦτα πόλεμος καὶ λιμὸς ἐπέλαβεν, ἃ “τοῖς ἔθνεσι συνδιηνέγκαμεν, μόνοι μὲν ὑποστάντες “ὅσα ἡμῖν ἐλυμήναντο, παραπολαύσαντες δὲ καὶ ὧν “ἀλλήλους εἰργάσαντό τε καὶ πεπόνθασι· καὶ τῇ “Χριστοῦ πάλιν ἐνηυφράνθημεν εἰρήνῃ, ἣν μόνοις “ἡμῖν δέδωκε.

βραχυτάτης δὲ ἡμῶν τε καὶ αὐτῶν “τυχόντων ἀναπνοῆς, ἐπικατέσκηψεν ἡ νόσος αὕτη, “πρᾶγμα φόβου τε παντὸς φοβερώτερον ἐκείνοις, καὶ “συμφορᾶς ἡστινοσοῦν σχετλιώτερον, καὶ ὡς ἴδιός “τις αὐτῶν ἀπήγγειλε συγγραφεὺς, πρᾶγμα μόνον “δὴ τῆς πάντων ἐλπίδος κρεῖσσον γενόμενον· ἡμῖν “δὲ οὐ τοιοῦτο μὲν, γυμνάσιον δὲ καὶ δοκίμιον οὐ- “δενὸς τῶν ἄλλων ἔλαττον. ἀπέσχετο μὲν γὰρ οὐδὲ “ἡμῶν, πολλὴ δὲ ἐξῆλθεν εἰς τὰ ἔθνη.“

τούτοις ἑξῆς ἐπιφέρει λέγων “οἱ γοῦν πλεῖστοι τῶν ἀδελφῶν “ἡμῶν δι᾿ ὑπερβάλλουσαν ἀγάπην καὶ φιλαδελφίαν “ἀφειδοῦντες ἑαυτῶν καὶ ἀλλήλων ἐχόμενοι, ἐπισκο- “ποῦντες ἀφυλάκτως τοὺς νοσοῦντας, λιπαρῶς ὑπη- “ρετούμενοι, θεραπεύοντες ἐν Χριστῷ, συναπηλλάτ- “τοντο ἐκείνοις ἀσμενέστατα, τοῦ παρ᾿ ἑτέρων ἀνα- “πιμπλάμενοι πάθους, καὶ τὴν νόσον ἐφ᾿ ἑαυτοὺς “ἕλκοντες ἀπὸ τῶν πλησίον, καὶ ἑκόντες ἀναμασσό- “μενοι τὰς ἀλγηδόνας. καὶ πολλοὶ νοσοκομήσαντες “καὶ ῥώσαντες ἑτέρους ἐτελεύτησαν αὐτοὶ, τὸν ἐκεί- “νων θάνατον εἰς ἑαυτοὺς μεταστησάμενοι, καὶ τὸ

v.4.p.321
“δημῶδες ῥῆμα, μόνης ἀεὶ δοκεῖν φιλοφροσύνης ἔχε- “σθαι, ἔργῳ δὴ τότε πληροῦντες, ἀπιόντες αὐτῶν “περίψημα.

οἱ γοῦν ἄριστοι τῶν παρ’ ἡμῖν ἀδελ- “φῶν τοῦτον τὸν τρόπον ἐξεχώρησαν τοῦ βίου, πρεσ- “βύτεροί τέ τινες καὶ διάκονοι καὶ τῶν ἀπὸ τοῦ λαοῦ “λίαν ἐπαινούμενοι, ὡς καὶ τοῦ θανάτου τοῦτο τὸ “εἶδος διὰ πολλὴν εὐσέβειαν καὶ πίστιν ἰσχυρὰν γε- “νόμενον μηδὲν ἀποδεῖν μαρτυρίου δοκεῖν.

καὶ “τὰ σώματα δὲ τῶν ἁγίων ὑπτίαις χερσὶ καὶ κόλποις “ὑπολαμβάνοντες, καθαιροῦντές τε ὀφθαλμοὺς, καὶ στόματα συγκλείοντες, ὠμοφοροῦντἐς τε καὶ διατι- ‘θέντες, προσκολλώμενοι, συμπλεκόμενοι, λουτροῖς “τε τε καὶ περιστολαῖς κατακοσμοῦντες, μετὰ μικρὸν “ἐτύγχανον τῶν ἴσων, ἀεὶ τῶν ὑπολειπομένων ἐφε- “πομένων τοῖς πρὸ αὐτῶν.

τὰ δέ γε ἔθνη πᾶν “τοὐναντίον· καὶ νοσεῖν τε ἀρχομένους ἀπωθοῦντο, “καὶ ἀπέφευγον τοὺς φιλτάτους, κἀν ταῖς ὁδοῖς ἐρ- “ρίπτουν ἡμιθνῆτας, καὶ νεκροὺς ἀτάφους ἀπεσκυ- “βαλίζοντο, τὴν τοῦ θανάτου διάδοσιν καὶ κοινωνίαν ἐκτρεπόμενοι, ἣν οὐκ ἦν καὶ πολλὰ μηχανωμένοις “ἐκκλῖναι ῥᾴδιον.“

μετὰ δὲ καὶ ταύτην τὴν ἐπιστολὴν, εἰρηνευσάντων τῶν κατὰ τὴν πόλιν, τοῖς κατ’ Αἴγυπτον ἀδελφοῖς ἑορταστικὴν αὖθις ἐπιστέλλει γραφὴν, καὶ ἐπὶ ταύτῃ ἄλλας διαφόρους πάλιν διατυποῦται. φέρεται δέ τις αὐτοῦ καὶ περὶ σαββάτου, καὶ ἄλλη περὶ γυμνασίου.

Ἑρμάμμωνι δὲ καὶ τοῖς κατ’ Αἴγυπτον ἀδελφοῖς δι’ ἐπιστολῆς ὁμιλῶν, πολλά τε ἄλλα περὶ τῆς Δεκίου καὶ τῶν μετ’ αὐτὸν διεξελθὼν κακοτροπίας, τῆς κατὰ τὸν Γαλλιηνὸν εἰρήνης ἐπιμιμνήσκεται.