Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. VI, 19] Ἐπιλαβούσης δὲ ὅσον οὔπω τῆς εἰρήνης ἐπάνεισι μὲν εἰς τὴν Ἀλεξάνδρειαν, πάλιν δ’ ἐνταῦθα στάσεως καὶ πολέμου συστάντος, ὡς οὐχ οἷόν τε ἦν αὐτῷ τοὺς κατὰ τὴν πόλιν ἅπαντας ἀδελφοὺς εἰς ἑκάτερον τῆς στάσεως μέρος διῃρημένους ἐπισκοπεῖν, αὖθις ἐν τῇ τοῦ πάσχα ἑορτῇ ὥσπερ τις ὑπερόριος ἐξ αὐτῆς τῆς Ἀλεξανδρείας διὰ γραμμάτων αὐτοῖς ὡμίλει.
καὶ Ἱέρακι δὲ μετὰ ταῦτα τῶν κατ’ Αἴγυπτον ἐπισκόπῳ ἑτέραν ἑορταστικὴν ἐπιστολὴν γράφων, τῆς κατ’ αὐτὸν τῶν Ἀλεξανδρέων στάσεως μνημονεύει διὰ τούτων ‘ἐμοὶ δὲ τί θαυμαστὸν εἰ πρὸς τοὺς πορρω- “τέρω παροικοῦντας χαλεπὸν τὸ κἂν δι’ ἐπιστολῶν “ὁμιλεῖν, ὅτε καὶ τὸ πρὸς ἐμαυτὸν αὐτῷ μοι διαλέγε- “σθαι καὶ τῇ ἰδίᾳ ψυχῇ συμβουλεύεσθαι καθέστηκεν ἄπορον;
πρὸς γοῦν τὰ ἐμαυτοῦ σπλάγχνα, τοὺς “ὁμοσκήνους καὶ συμψύχους ἀδελφοὺς καὶ τῆς αὐτῆς ‘πολίτας ἐκκλησίας ἐπιστολιμαίων δέομαι γραμμάτων, καὶ ταῦθ’ ὅπως διαπεμψαίμην, ἀμήχανον “φαίνεται. ῥᾷον γὰρ ἄν τις οὐχ ὅπως εἰς τὴν ὑπερ- “όριον, ἀλλὰ καὶ ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς περαιωθείη, ἢ τὴν Ἀλεξάνδρειαν ἀπ’ αὐτῆς Ἀλεξανδρείας ἐπέλθοι.
τῆς γὰρ ἐρήμου τῆς πολλῆς
ὁ δ᾿ ἐπιρρέων ποταμὸς τὴμ “πόλιν ποτὲ μὲν ἐρήμου τῆς ἀνύδρου ξηρότερος “ὤφθη, καὶ μᾶλλον αὐχμώδης ἐκείνης, ἣν διαπο- “ρευόμενος ὁ Ἰσραὴλ οὕτως ἐδίψησεν, ὡς Μωυσοῦ “μὲν καταβοᾶν, ῥυῆναι δ᾿ αὐτοῖς παρὰ τοῦ θαυμάσια “ποιοῦντος μόνου ἐκ πέτρας ἀκροτόμου ποτόν·
ποτὲ “δὲ τοσοῦτον ἐπλήμμυρεν ὡς πᾶσαν τὴν περίχωρον “τάς τε ὁδοὺς καὶ τοὺς ἀγροὺς ἐπικλύσαντα, τῆς ἐπὶ “Νῶς γενομένης τοῦ ὕδατος φορᾶς ἐπαγαγεῖν ἀπει- “λήν· ἀεὶ δὲ αἵματι καὶ φόνοις καὶ καταποντισμοῖς “κάτεισι μεμιασμένος, οἷος ὑπὸ Μωυσεῖ γέγονε τῷ “Φαραὼ, μεταβαλὼν εἰς αἷμα καὶ ἐποζέσας.
καὶ “ποῖον γένοιτ᾿ ἂν τοῦ πάντα καθαίροντος ὕδατος ὕδωρ “καθάρσιον ἄλλο; πῶς ἂν ὁ πολὺς καὶ ἀπέραντος “ἀνθρώποις ὠκεανὸς ἐπιχυθεὶς τὴν πικρὰν ταύτην “ἀποσμήξαι θάλασσαν; ἢ πῶς ἂν ὁ μέγας ποταμὸς “ὁ ἐκπορευόμενος ἐξ Ἐδὲμ, τὰς τέσσαρας ἀρχὰς εἰς “ἃς ἀφορίζεται μετοχετεύσας εἰς μίαν τοῦ Γηὼν, “ἀποπλύναι τὸ λύθρον;
ἢ πότε ὁ τεθολωμένος “ὑπὸ τῶν πονηρῶν πανταχόθεν ἀναθυμιάσεων ἀὴρ “εἰλικρινὴς γένοιτο; τοιοῦτοι γὰρ ἀπὸ τῆς γῆς ἀτμοὶ, “καὶ ἀπὸ θαλάσσης ἄνεμοι, ποταμῶν τε αὖραι καὶ “λιμένων ἀνιμήσεις ἀποπνέουσιν, ὡς σηπομένων ἐν “πᾶσι τοῖς ὑποκειμένοις στοιχείοις νεκρῶν ἰχῶρας “εἶναι τὰς δρόσους.
εἶτα θαυμάζουσι καὶ διαπο-
καὶ οὕτω μειούμενον ἀεὶ καὶ δαπα- “νώμενον ὁρῶντες τὸ ἐπὶ γῆς ἀνθρώπων γένος οὐ ῾τρέμουσιν, αὐξομένου καὶ προκόπτοντος τοῦ παντε- ῾λοῦς αὐτῶν ἀφανισμοῦ.’