Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VI, 12] Ἀλλ’ οὐκ εἰς μακρὸν δουλείαν τὴν παρὰ βαρβάροις ὑπομείναντος Οὐαλεριανοῦ, μοναρχήσας ὁ παῖς σωφρονέστερον περὶ τὴν ἀρχὴν διατίθεται, ἀνίησί τε αὐτίκα διὰ προγραμμάτων τὸν καθ’ ἡμῶν διωγμὸν, ἐπ’ ἐλευθερίας τοῖς τοῦ λόγου προεστῶσι τὰ ἐξ ἔθους ἐπιτελεῖν δι’ ἀντιγραφῆς προστάξας, ἥτις τοῦτον ἔχει τὸν τρόπον Αὐτοκράτωρ Καῖσαρ Πούπλιος Λικίννιος Γαλλιηνὸς, “εὐσεβὴς, εὐτυχὴς, σεβαστὸς, Διονυσίῳ καὶ Πίννᾳ καὶ ‟Δημητρίῳ καὶ τοῖς λοιποῖς ἐπισκόποις. τὴν εὐεργεσίαν ῾τῆς ἐμῆς δωρεᾶς διὰ παντὸς τοῦ κόσμου ἐκβιβασθῆναι προσέταξα, ὅπως ἀπὸ τόπων τῶν θρησκευ- “σίμων ἀποχωρήσωσι. καὶ διὰ τοῦτο καὶ ὑμεῖς τῆς ‟ἀντιγραφῆς τῆς ἐμῆς τῷ τύπῳ χρῆσθαι δύνασθε, ὥστε μηδένα ὑμῖν ἐνοχλεῖν. καὶ τοῦτο ὅπερ κατὰ τὸ ἐξὸν δύναται ὑφ’ ὑμῶν ἀναπληροῦσθαι ἤδη

v.4.p.313
‟πρὸ πολλοῦ ὑπ’ ἐμοῦ συγκεχώρηται. καὶ διὰ τοῦτο ῾Αὐρήλιος Κυρήνιος, ὁ τοῦ μεγίστου πράγματος προστατεύων, τὸν τύπον τοῦτον τὸν ὑπ’ ἐμοῦ ‘δοθέντα διαφυλάξει ταῦτα ἐπὶ τὸ σαφέστερον ἐκ τῆς Ῥωμαίων ἑρμηνευθέντα γλώττης ἐγκείσθω. καὶ ἄλλη δὲ τοῦ αὐτοῦ διάταξις φέρεται, ἣν πρὸς ἑτέρους ἐπισκόπους πεποίηται, τὰ τῶν καλουμένων κοιμητηρίων ἀπολαμβάνειν ἐπιτρέπων χωρία.