Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

τοῖς δὲ οὐ πάμπολυς αὐτάρκης ἀπέβη χρόνος εἰς τὸ φανῆναι δεκτοὺς τῷ κυρίῳ, ὥσπερ οὖν ἔοικε μηδὲ ῾ἐμοὶ ὁ μέχρι νῦν. διόπερ εἰς ὃν οἶδεν αὐτὸς ἐπι- ‟τήδειον καιρὸν ὑπερέθετό με ὁ λέγων ῾καιρῷ δεκτῷ ‟ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.᾿

τὰ γὰρ καθ’ ἡμᾶς ἐπειδὴ πυνθάνεσθε καὶ βούλεσθε δηλωθῆναι ὑμῖν ὅπως διάγομεν, ἠκούσατε ‟μὲν πάντως ὅπως ἡμᾶς δεσμώτας ἀπαγομένους ὑπὸ “ἑκατοντάρχου καὶ στρατηγῶν καὶ τῶν σὺν αὐτοῖς στρατιωτῶν καὶ ὑπηρετῶν, ἐμέ τε καὶ Γάϊον καὶ ‟Φαῦστον καὶ Πέτρον καὶ Παῦλον, ἐπελθόντες τινὲς ‟τῶν Μαρεωτῶν ἄκοντας καὶ μηδὲ ἑπομένους, βίᾳ ‟τε σύροντες ἀφήρπασαν.

ἐγὼ δὲ νῦν καὶ Γάϊος ‟καὶ Πέτρος, μόνοι τῶν ἄλλων ἀδελφῶν ἀπορφανι- ‟σθέντες, ἐν ἐρήμῳ καὶ αὐχμηρῷ τῆς Λιβύης τόπῳ [*](20 les. 49, 8.)

v.4.p.311
κατακεκλείσμεθα, τριῶν ἡμερῶν ὁδὸν τοῦ Παραι- “τονίου διεστηκότες.’’

καὶ ὑποκαταβάς φησιν ‘ἐν δὲ τῇ πόλει καταδεδύκασιν ἀφανῶς ἐπισκεπτό- ‟μένοι τοὺς ἀδελφούς — πρεσβύτεροι μὲν Μάξιμος, ῾Διοσκόρος, Δημήτριος, Λούκιος· οἱ γὰρ ἐν τῷ κόσμῳ ‟προφανέστεροι Φαυστῖνος καὶ Ἀκύλας ἐν Αἰγύπτῳ πλανῶνται· διάκονοι δὲ οἶ μετὰ τοὺς ἐν τῇ νόσῳ τελευτήσαντας ὑπολειφθέντες Φαῦστος, Εὐσεβίος, ῾Χαιρήμων· Εὐσέβιος, ὃν ἐξ ἀρχῆς ὁ θεὸς καὶ παρεσκεύασε, τὰς ὑπηρεσίας τῶν ἐν ταῖς φυλακαῖς γενομένων ὁμολογητῶν ἐναγωνίως ἀπο- ‟πληροῦν, καὶ τὰς τῶν σωμάτων περιστολὰς τῶν ‟τελείων καὶ μακαρίων μαρτύρων οὐκ ἀκινδύνως ἐκτελεῖν.

καὶ γὰρ μέχρι νῦν οὐκ ἀνίησιν ὁ ‟ἡγούμενος, τοὺς μὲν ἀναιρῶν, ὡς προεῖπον, ὠμῶς ‟τῶν προσαγομένων, τοὺς δὲ βασάνοις καταξαίνων, ‟τοὺς δὲ φυλακαῖς καὶ δεσμοῖς ἐκτήκων, προστάσσων ‟τε μηδένα τούτοις προσιέναι, καὶ ἀνερευνῶν μή τις ‟φανείη. καὶ ὅμως ὁ θεὸς τῇ προθυμίᾳ καὶ λιπαρείᾳ τῶν ἀδελφῶν διαναπαύει τοὺς πεπιεσμένους.” καὶ τοσαῦτα μὲν ὁ Διονύσιος.

ἰστέον δὲ ὡς ὁ μὲν Εὐσέβιος, ὃν διάκονον προσεῖπεν 5 σμικρὸν ὕστερον ἐπίσκοπος ἐκκλησίας τῆς κατὰ Συρίαν Λαοδικείας καθίσταται, ὁ δὲ Μάξιμος, ὃν τότε πρεσβύτερον εἴρηκε, μετὰ τὸν Διονύσιον τὴν λειτουργίαν τῶν κατ’ Ἀλεξάνδρειαν ἀδελφῶν διαδέχεται, Φαῦστος δὲ ὁ σὺν αὐτῷ τηνικάδε διαπρέψας ἐν τῇ ὁμολογίᾳ, μέχρι τοῦ καθ’ ἡμᾶς διωγμοῦ φυλαχθεὶς, γηραιὸς κομιδῆ καὶ πλήρης ἡμερῶν καθ’ ἡμᾶς αὐτοὺς μαρτυρίῳ τὴν κεφαλὴν ἀποτμηθεὶς τελειοῦται. ἀλλὰ τὰ μὲν κατ’ ἐκεῖνο καιροῦ τῷ Διονυσίῳ συμβάντα τοιαῦτα.