Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. II. E. VI, 10] Οἵ γε μὴν ἀμφὶ τὸν Γάλλον οὐδ’ ὅλοις ἔτεσι δύο τὴν ἀρχὴν ἐπικατασχόντες ἐκποδὼν μεθίστανται, Οὐαλεριανὸς δὲ ἅμα παιδὶ διαδέχεται τὴν ἡγεμονίαν.

αὖθις δὴ οὖν ὁ Διονύσιος οἴα καὶ περὶ τούτου διέξεισιν, ἐκ τῆς πρὸς Ἑρμάμμωνα ἐπιστολῆς μαθεῖν ἔστιν, ἐν ᾗ τοῦτον ἱστορεῖ τὸν τρόπον “καὶ τῷ Ἰωάννῃ δὲ ὁμοίως ἀποκαλύπτεται. καὶ ἐδόθη γὰρ αὐτῷ, φησὶ, στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν, καὶ ἐδόθη αὐτῷ ἐξουσία καὶ μῆνες τεσσαράκοντα δύο.

ἀμφότερα “δὲ ἔστιν ἐπὶ Οὐαλεριανοῦ θαυμάσαι, καὶ τούτων ‘μάλιστα τὰ πρὸ αὐτοῦ ὡς οὗτος ἔσχε συννοεῖν, ὡς ῾μὲν ἤπιος καὶ φιλόφρων ἦν πρὸς τοὺς ἀνθρώπους ῾τοῦ θεοῦ. οὐδὲ γὰρ ἄλλος τις οὕτω τῶν πρὸ αὐτοῦ “βασιλέων εὐμενῶς καὶ δεξιῶς πρὸς αὐτοὺς διετέθη, “οὐδ’ οἱ λεχθέντες ἀναφανδὸν Χριστιανοὶ γεγονέναι, ῾ὡς ἐκεῖνος οἰκειότατα ἐν ἀρχῇ καὶ προσφιλέστατα “φανερὸς ἦν αὐτοὺς ἀποδεχόμενος. καὶ πᾶς τε ὁ ‘οἶκος αὐτοῦ θεοσεβῶν πεπλήρωτο καὶ ἦν ἐκκλησία “θεοῦ.

ἀποσκευάσασθαι δὲ παρέπεισεν αὐτὸν ὁ “διδάσκαλος καὶ τῶν ἀπ’ Αἰγύπτου μάγων ἀρχισυν- “άγωγος, τοὺς μὲν καθαροὺς καὶ ὁσίους ἄνδρας “κτίννυσθαι καὶ διώκεσθαι κελεύων, ὡς ἀντιπάλους καὶ κωλυτὰς τῶν παμμιάρων καὶ βδελυκτῶν ἐπαοιδῶν ὑπάρχοντας, (καὶ γὰρ εἰσὶ καὶ ἦσαν ἱκανοὶ, παρόντες καὶ ὁρώμενοι, καὶ μόνον ἐμ- “πνέοντες καὶ φθεγγόμενοι, διασκεδάσαι τὰς τῶν ‟ἀλιτηρίων δαιμόνων ἐπιβουλάς), τελετὰς δὲ ἀνάγνους καὶ μαγγανείας ἐξαγίστους καὶ ἱερουργίας ‟ἀκαλλιερήτους ἐπιτελεῖν ὑποτιθέμενος, παῖδας ἀ- “θλίους ἀποσφάττειν, καὶ τέκνα δυστήνων πατέρων καταθύειν, καὶ σπλάγχνα νεογενῆ διαιρεῖν, καὶ τὰ

v.4.p.305
‟τοῦ θεοῦ διακόπτειν καὶ καταχορδεύειν πλάσματα, ‟ὡς ἐκ τούτων εὐδαιμονήσοντας.”

καὶ τούτοις γε ἐπιφέρει λέγων ‘καλὰ γοῦν αὐτοῖς Μακριανὸς τῆς ‟ἐλπιζομένης βασιλείας προσήνεγκε χαριστήρια, ὃς πρότερον μὲν ἐπὶ τῶν καθόλου λόγων λεγόμενος ‟εἶναι βασιλέως οὐδὲν εὔλογον οὐδὲ καθολικὸν ἐφρό- ‟νησεν, ἀλλ’ ὑποπέπτωκεν ἀρᾷ προφητικῇ τῇ λεγούσῃ ‘οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσιν.’

οὐ γὰρ συνῆκε τὴν καθόλου πρόνοιαν, οὐδὲ τὴν κρίσιν ὑπείδετο τοῦ πρὸ πάντων καὶ διὰ πάντων καὶ ἐπὶ πᾶσι. διὸ καὶ τῆς μὲν καθολικῆς αὐτοῦ ἐκκλησίας γέγονε πολέμιος, ἠλλοτρίωσε δὲ καὶ ἀπεξένωσεν ἑαυτὸν τοῦ ἐλέους τοῦ θεοῦ, καὶ ὡς πορρωτάτω τῆς ἑαυτοῦ “σωτηρίας ἐφυγάδευσεν, ἐν τούτῳ τὸ ἴδιον ἐπαλη- ῾θεύων ὄνομα.”

καὶ πάλιν μεθ’ ἕτερά φησιν ‟ὁ μὲν γὰρ Οὐαλεριανὸς εἰς ταῦτα ὑπὸ τούτου προαχθεὶς, εἰς ὕβρεις καὶ ὀνειδισμοὺς ἐκδοθεὶς κατὰ τὸ ῥηθὲν πρὸς Ἡσαΐαν· καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ ῾ἠθέλησε, καὶ ἐγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα ‟αὐτῶν, καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς.’

οὗτος δὲ τῇ βασιλείᾳ παρὰ τὴν ἀξίαν ἐπιμανεὶς, καὶ τὸν βασίλειον ὑποδῦναι κόσμον ἀδυνατῶν ἀναπήρῳ τῷ σώματι, τοὺς δύο παῖδας τὰς πατρῴας ἀναδεξαμένους ἁμαρτίας προεστήσατο. ἐναργὴς γὰρ ἐπὶ τούτων ἡ πρόρρησις ἣν εἶπεν ὁ θεός ‘ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με.᾿

τὰς γὰρ ἰδίας πονηρὰς ἐπιθυμίας, ὧν ηὐτύχει, ταῖς τῶν υἱῶν κεφαλαῖς ἐπιβαλὼν, εἰς ἐκείνους [*](8 Ezech. 13, 3. 19 les. 66, 3. 4. 28 Exod. 20, 5. )

v.4.p.306
‟τὴν ἑαυτοῦ κακίαν καὶ τὸ πρὸς τὸν θεὸν μῖσος ‟ἐξωμόρξατο.” καὶ περὶ μὲν τοῦ Οὐαλεριανοῦ τοσαῦτα ὁ Διονύσιος.