Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VI, 6] Τῷ δ’ αὐτῷ τούτῳ Φαβίῳ ὑποκατακλινομένῳ πως τῷ σχίσματι καὶ Διονύσιος ὁ κατ’ Ἀλεξάνδρειαν ἐπιστείλας, πολλά τε καὶ ἄλλα περὶ μετανοίας ἐν τοῖς πρὸς αὐτὸν γράμμασι διελθὼν, τῶν τε κατ’ Ἀλεξάνδρειαν ἔναγχος τότε μαρτυρησάντων τοὺς ἀγῶνας διιὼν, μετὰ τῆς ἄλλης ἱστορίας πρᾶγμά τι μεστὸν θαύματος διηγεῖται, ὃ καὶ αὐτὸ ἀναγκαῖον τῇδε παραδοῦναι τῇ γραφῇ, οὕτως ἔχον

ἕν δέ σοι τοῦτο παράδειγμα παρ’ ‟ἡμῖν συμβεβηκὸς ἐκθήσομαι. Σαραπίων τις ἦν ‟παρ᾿ ἡμῖν πιστὸς γέρων, ἀμέμπτως μὲν τὸν πολὺν “διαβιώσας χρόνον, ἐν δὲ τῷ πειρασμῷ πεσών. οὗτος ‘πολλάκις ἐδεῖτο, καὶ οὐδεὶς προσεῖχεν αὐτῷ, καἰ ‟γὰρ ἐτεθύκει· ἐν νόσῳ δὲ γενόμενος τριῶν ἐξῆς

v.4.p.295
ἡμερῶν ἄφωνος καὶ ἀναίσθητος διετέλεσε.

βραχὺ δὲ ἀνασφήλας τῇ τετάρτῃ προσεκαλέσατο τὸν θυγατριδοῦν, καὶ “μέχρι τίνος, φησὶν, ὠ τέκνον, με κατέχετε; δέομαι, σπεύσατε, καί με θᾶττον ἀπολύσατε, τῶν πρεσβυτέρων μοί τινα κάλεσον.” καὶ ταῦτα εἰπὼν πάλιν ἦν ἄφωνος.

ἔδραμεν ὁ παῖς ἐπὶ τὸν πρεσβύτερον· νὺξ δὲ ἦν, κἀκεῖνος ἠσθένει. ἀφικέσθαι μὲν οὖν οὐκ ἐδυνήθη, ἐντολῆς δὲ ὑπ’ ἐμοῦ δεδομένης, τοὺς ἀπαλλαττομένους τοῦ βίου, εἰ δέοιντο, καὶ μάλιστα εἰ καὶ πρότερον ἱκετεύσαντες τύχοιεν, ἀφίεσθαι, ἵν᾿ εὐέλπιδες ἀπαλλάττωνται, βραχὺ τῆς εὐχαριστίας ἔδωκεν τῷ παιδαρίῳ, ἀποβρέξαι βρέξαι κελεύσας καὶ τῷ πρεσβύτῃ κατὰ τοῦ στόματος ἐπιστάξαι.

ἐπανῆκεν ὁ παῖς φέρων· ἐγγύς τε γενομένου, πρὶν εἰσελθεῖν, ἀνενέγκας πάλιν ὁ Σαραπίων, ἧκες, ἔφη, τέκνον; καὶ ὁ μὲν πρεσβύτερος ἐλθεῖν οὐκ ἠδυνήθη, σὺ δὲ ποίησον ταχέως τὸ προσταχθὲν, καὶ ἀπάλλαττέ με. ἀπέβρεξεν ὁ παῖς καὶ ἅμα τε ἐνέχεε τῷ στόματι καὶ μικρὸν ἐκεῖνος καταβροχθίσας εὐθέως ἀπέδωκε τὸ πνεῦμα.

ἆρ’ οὐκ ἐναργῶς διετηρήθη καὶ παρέμεινεν, ἕως λυθῇ, καὶ τῆς ἁμαρτίας ἐξαλειφθείσης ἐπὶ πολλοῖς οἷς ἔπραξε καλοῖς ὁμολογηθῆναι δυνηθῇ;” ταῦτα ὁ Διονύσιος.