Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[ Nic. H. E. VI, 5] Ἐπειδήπερ τῇ κατὰ τούτων ἀρθεὶς ὑπερηφανίᾳ Νοουάτος, τῆς Ῥωμαίων ἐκκλησίας πρεσβύτερος, ὡς μηκέτ’ οὔσης αὐτοῖς σωτηρίας ἐλπίδος, μηδ’ εἰ πάντα τὰ εἰς ἐπιστροφὴν γνησίαν καὶ καθαρὰν ἐξομολόγησιν ἐπιτελοῖεν, ἰδίας αἱρέσεως τῶν κατὰ λογισμοῦ φυσίωσιν Καθαροὺς ἑαυτοὺς ἀποφηνάντων ἀρχηγὸς καθίσταται.

ἐφ’ ᾧ συνόδου μεγίστης ἐπὶ Ῥώμης συγκροτηθείσης, ἑξήκοντα μὲν τὸν ἀριθμὸν ἐπισκόπων, πλειόνων δ’ ἔτι μᾶλλον πρεσβυτέρων τε καὶ διακόνων, ἰδίως τε κατὰ τὰς λοιπὰς ἐπαρχίας τῶν κατὰ χώραν ποιμένων περὶ τοῦ πρακτέου διασκεψαμένων, δόγμα παρίσταται τοῖς πᾶσι τὸν μὲν Νοουάτον ἅμα τοῖς αὐτῷ συνεπαρθεῖσι τούς τε συνευδοκεῖν τῇ μισαδέλφῳ καὶ ἀπανθρωποτάτῃ γνώμῃ τἀνδρὸς προαιρουμένους ἐν ἀλλοτρίοις τῆς ἐκκλησίας ἡγεῖσθαι, τοὺς δὲ τῇ συμφορᾷ περιπεπτωκότας τῶν ἀδελφῶν ἰᾶσθαι καὶ θεραπεύειν τοῖς τῆς μετανοίας φαρμάκοις.

ἦλθον δ’ οὖν εἰς ἡμᾶς ἐπιστολαὶ Κορνηλίου Ῥωμαίων ἐπισκόπου πρὸς τὸν τῆς Ἀντιοχέων ἐκκλησίας Φάβιον, δηλοῦσαι τὰ περὶ τῆς Ῥωμαίων συνόδου καὶ τὰ δόξαντα πᾶσι τοῖς κατὰ τὴν Ἰταλίαν καὶ Ἀφρικὴν καὶ τὰς αὐτόθι χώρας· καὶ ἄλλαι πάλιν Ῥωμαϊκῇ φωνῇ συντεταγμέναι Κυπριανοῦ καὶ τῶν ἅμ’ αὐτῷ κατὰ τὴν Ἀφρικὴν, δι’ ὧν τὸ καὶ αὐτοὺς συνευδοκεῖν τῷ δεῖν τυγχάνειν ἐπικουρίας τοὺς πεπειρασμένους ἐφαίνετο, καὶ τῷ χρῆναι εὐλόγως τῆς καθολικῆς ἐκκλησίας ἐκκήρυκτον ποιήσασθαι τὸν τῆς αἱρέσεως ἀρχηγὸν, πάντας τε ὁμοίως τοὺς συναπαγομένους αὐτῷ.

ταύταις ἄλλη τις ἐπιστολὴ συνῆπτο τοῦ Κορνηλίου περὶ

v.4.p.290
τῶν κατὰ τὴν σύνοδον ἀρεσάντων, καὶ πάλιν ἑτέρ(??) περὶ τῶν κατὰ Νοουάτον πραχθέντων, ἀφ’ ἧς καὶ μέρη παραθέσθαι οὐδὲν ἂν κωλύοι, ὅπως εἰδεῖεν τὰ κατ’ αὐτὸν οἱ τῇδε ἐντυγχάνοντες τῇ γραφῆ.

τὸν δὴ οὖν Φάβιον ἀναδιδάσκων ὁποῖός τις ὁ Νοουάτος ἐγεγόνει τὸν τρόπον αὐτὰ δὴ ταῦτα γράφει ὁ Κορνήλιος “ἵνα δὲ γνῷς ὅτι πρόπαλαι ὀρεγόμενος “ἐπισκοπῆς ὁ θαυμάσιος οὗτος καὶ κρύπτων ἑ “ἑαυτῷ τὴν προπετῆ ταύτην αὐτοῦ ἐπιθυμίαν ἐλάν- “θανεν, ἐπικαλύμματι τῆς αὐτοῦ ἀπονοίας τῷ ἀρχὰς σὺν αὐτῷ τοὺς ὁμολογητὰς ἐσχηκέναι χρώμενος, εἰπεῖν βούλομαι.

Μάξιμος, πρεσβύτερος “τῶν παρ’ ἡμῖν, καὶ Οὐρβανὸς, δὶς τὴν ἐξ ὁμολογίας “δόξαν ἀρίστην καρπωσάμενοι, Σιδώνιός τε καὶ Κε- “λερῖνος, ἀνὴρ ὃς πάσας βασάνους διὰ τὸν τοῦ θεοῦ “ἔλεον καρτερικώτατα διενέγκας, καὶ τῇ ῥώμῃ τῆς “αὐτοῦ πίστεως τὸ ἀσθενὲς τῆς σαρκὸς ἐπιρρώσας, “κατὰ κράτος νενίκηκε τὸν ἀντικείμενον — οὗτοι δὴ “οὖν οἱ ἄνδρες κατανοήσαντες αὐτὸν, καὶ καταφω- “ράσαντες τὴν ἐν αὐτῷ πανουργίαν τε καὶ παλιμβο- “λίαν, τάς τε ἐπιορκίας καὶ ψευδολογίας, καὶ τὴν “ἀκοινωνησίαν αὐτοῦ καὶ λυκοφιλίαν, ἐπανῆλθον εἰς τὴν ἁγίαν ἐκκλησίαν, καὶ ἅπαντα αὐτοῦ τὰ τεχνά- “σματα καὶ πονηρεύματα, ἃ ἐκ πολλοῦ ἔχων ἐν ἑαυτῷ “ὑπεστέλλετο, παρόντων ἱκανῶν τοῦτο μὲν ἐπισκό- “πων, τοῦτο δὲ πρεσβυτέρων καὶ λαικόν ἀνδρῶν ‘παμπόλλων, ἐξήγγειλαν ἀποδυρόμενοι καὶ μεταγι- “νώσκοντες ἐφ’ οἷς πεισθέντες τῷ δολερῷ καὶ κα- “κοήθει θηρίῳ πρὸς ὀλίγον χρόνον τῆς ἐκκλησίας “ἀπελείφθησαν.”

εἶτα μετὰ βραχέα φησίν “ἀμή- “χανον ὅσην, ἀγαπητὲ ἀδελφὲ, τροπὴν καὶ “ἐν βραχεῖ καιρῷ ἐθεασάμεθα ἐπ’ αὐτοῦ γεγενημένην.

v.4.p.291
“ὑ γάρ τοι λαμπρότατος καὶ δι’ ὅρκων φοβερῶν ‟τινῶν πιστούμενος τὸ μηδ’ ὅλως ἐπισκοπῆς ὀρέγε- ‟σθαι, αἰφνίδιον ἐπίσκοπος ὥσπερ ἐκ μαγγάνου τινὸς ‟εἰς τὸ μέσον ῥιφεὶς ἀναφαίνεται.

οὗτος γάρ τοι ‟ὁ δογματιστὴς, ὁ τῆς ἐκκλησιαστικῆς ἐπιστήμης “ὑπερασπιστὴς, ὁπηνίκα παρασπᾶσθαί τε καὶ ὑφαρ- “πάζειν τὴν μὴ δοθεῖσαν αὐτῷ ἄνωθεν ἐπισκοπὴν ‟ἐπεχείρει, δύο δύο ἑαυτῷ κοινωνοὺς ἀπεγνωκότας ‟ἑαυτῶν σωτηρίας ἐπελέξατο ὡς ὡς ἂν εἰς βραχύ τι ‟μέρος καὶ ἐλάχιστον τῆς Ἰταλίας ἀποστείλῃ, κάκεῖ- ‟θὲν ἐπισκόπους τρεῖς, ἀνθρώπους ἀγροίκους καὶ ‟ἁπλουστάτους, πλαστῇ τινι ἐπιχειρήσει ἐξαπατήσῃ, ‟διαβεβαιούμενος καὶ διισχυριζόμενος δεῖν αὐτοὺς ‟ἐν τάχει παραγενέσθαι εἰς Ῥώμηην, ὡς δῆθεν πάσα ‟ἡτισδηκποτοῦν διχοστασία γεγονυῖα σὺν καὶ ἑτέροις ‟ἐπισκόποις καὶ αὐτῶν μεσιτευόντων διαλυθῇ.

οὓς “παραγενομένους, ἄτε δὴ, ὡς ἔφθημεν λέγοντες, ‟ἀνθρώπους ἁπλουστέρους περὶ τὰς τῶν πονηρῶν μηχανάς τε καὶ ῥᾳδιουργίας, συγκλεισθέντας ὑπό “τινων ὁμοίων αὐτῷ τεταγμένων ἀνθρώπων, ὥρᾳ “δεκάτῃ μεθύοντας καὶ κραιπαλῶντας μετὰ βίας “ἠνάγκασεν εἰκονικῇ τινι καὶ ματαίᾳ χειρεπιθεσίᾳ ‟ἐπισκοπὴν αὐτῶ δοῦναι, ἣν ἐνέδρᾳ καὶ πανουργίᾳ, ‟μή ἐπιβάλλουσαν αὐτῷ, ἐκδικεῖ.

ἐξ ὣν εἷς μετ’ οὐ πολὺ ἐπανῆλθεν εἰς τὴν ἐκκλησίαν, ἀποδυρό- “μενος καὶ ἐξομολογούμενος τὸ ἑαυτοῦ ἁμάρτημα, ‟καὶ ἐκοινωνήσαμεν ὡς λαι·κῷ, ὑπὲρ αὐτοῦ δεηθέντος “παντὸς τοῦ παρόντος λαοῦ. καὶ τῶν λοιπῶν δὲ ἐπι- “σκόπων διαδόχους εἰς τοὺς τόπους, ἐν οἷς ἦσαν, χειρο- ‘τονήσαντες ἀπεστάλκαμεν.

ὁ ἐκδικητὴς οὖν τοῦ ‟εὐαγγελίου οὐκ ἠπίστατο ἴνα ἐπίσκοπον δεῖν εἶναι ἐν καθολικῇ ἐκκλησίᾳ, ἐν ᾗ οὐκ ἠγνόει πῶς γάρ;)

v.4.p.292
“πρεσβυτέρους εἶναι τεσσαράκοντα ἓξ, διακόνους “ἑπτὰ, ὑποδιακόνους ἑπτὰ, ἀκολούθους δύο καὶ “τεσσαράκοντα, ἐξορκιστὰς δὲ καὶ ἀναγνώστας ἅμα “πυλωροῖς δύο καὶ πεντήκοντα, χήρας σὺν θλιβομέ- “νοις ὑπὲρ τὰς χιλίας πεντακοσίας, οὓς πάντας ‟τοῦ δεσπότου χάρις καὶ φιλανθρωπία διατρέφει. ‟

ὂν οὐδὲ τοσοῦτο πλῆθος καὶ οὕτως ἀναγκαῖον ἐν ‟τῇ ἐκκλησίᾳ, διὰ τῆς τοῦ θεοῦ προνοίας πλούσιός ῾τε καὶ πληθύων ἀριθμὸς μετὰ μεγίστου καὶ ἄνα ‟ριθμήτου λαοῦ, ἀπὸ τῆς τοιαύτης ἀνεκαλέσατο τε ‘καὶ ἀπαγορεύσεως ἐνέτρεψέ τε καὶ ἀνεκαλέσατο εἰς ‟τὴν ἐκκλησίαν.”

καὶ αὖθις μεθ’ ἕτερα τούτοις προστίθησι ταῦτα· ‟φέρε δὴ ἑξῆς εἴπωμεν τίσιν ‟ἔργοις ἢ τίσι πολιτείαις τεθαρρηκὼς ἀντεποιήθη ‟τῆς ἐπισκοπῆς. ἆρά γε διὰ τὸ ἐξ ἀρχῆς ἐν τῇ ἐκ- ‘κλησίᾳ ἀνεστράφθαι, καὶ πολλοὺς ἀγῶνας ὑπὲρ ‟αὐτῆς ἠγωνίσθαι, καὶ ἐν κινδύνοις πολλοῖς τε καὶ μεγάλοις ἕνεκα τῆς θεοσεβείας γεγονέναι; ἀλλ’ οὐκ ἔστιν·

ᾧ γε ἀφορμὴ τοῦ πιστεῦσαι γέγονεν ὁ ‟σατανᾶς, φοιτήσας εἰς αὐτὸν καὶ οἰκήσας ἐν αὐτῷ χρόνον ἱκανόν. ὃς βοηθούμενος ὑπὸ τῶν ἐπορκιστῶν, νόσῳ περιπεσὼν χαλεπῇ, καὶ ἀποθανεῖσθαι ὅσον οὐδέπω νομιζόμενος, ἐν αὐτῇ τῇ κλίνῃ, ᾗ ἔκειτο, περιχυθεὶς ἔλαβεν· εἴ γε χρὴ λέγειν τὸν τοιοῦτον εἰληφέναι.

οὐ μὴν οὐδὲ τῶν λοιπῶν ῾ἔτυχε διαφυγὼν τὴν νόσον, ὧν χρὴ μεταλαμβάνειν κατὰ τὸν τῆς ἐκκλησίας κανόνα, τοῦ τε σφραγισθῆναι ὑπὸ τοῦ ἐπισκόπου. τούτων δὲ μὴ τυχὼν πῶς ἂν τοῦ ἁγίου πνεύματος ἔτυχε;”

καὶ πάλιν μετὰ βραχέα φησίν ‟ὁ διὰ δειλίαν καὶ φιλοζωίαν ἐν τῷ ‘καιρῷ τῆς διώξεως πρεσβύτερον εἶναι ἑαυτὸν ἀρνησάμενος. ἀξιούμενος γὰρ καὶ παρακαλούμενος ὑπὸ

v.4.p.293
‟τῶν διακόνων, ἵν᾿ ἐξελθὼν τοῦ οἰκίσκου, ἐν ᾧ ‟καθεῖρξεν ἑαυτὸν, βοηθήσῃ τοῖς ἀδελφοῖς ὅσα ‘θέμις καὶ ὅσα δυνατὸν πρεσβυτέρῳ ‟ἀδελφοῖς καὶ ἐπικουρίας δεομένοις βοηθεῖν, τοσοῦ- ‟τον ἀπέσχε τοῦ πειθαρχῆσαι παρακαλοῦσι τοῖς δια- ‘κόνοις ὡς ὡς καὶ χαλεπαίνοντα ἀπιέναι καὶ “τεσθαι· μὴ γὰρ ἔτι βούλεσθαι πρεσβύτερος εἶναι “ἔφη· ἑτέρας γὰρ εἶναι φιλοσοφίας ἐραστής.”

ὑπερβὰς δ’ ὀλίγα τούτοις πάλιν ἐπιφέρει λέγων ‟καταλιπὼν ‟γὰρ ὁ λαμπρὸς οὗτος τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἐν ᾗ πιστεύσας κατηξιώθη τοῦ πρεσβυτερίου κατὰ ‟χάριν τοῦ ἐπισκόπου τοῦ ἐπιθέντος αὐτῷ χεῖρα εἰς “πρεσβυτερίου κλῆρον, ὃς διακωλυόμενος ὑπὸ παντὸς ‟τοῦ κλήρου, ἀλλὰ καὶ λαικῶν πολλῶν, ἐπεὶ μὴ ἐξὸν ‟ἦν τὸν ἐπὶ κλίνης διὰ νόσον περιχυθέντα, ὥσπερ ‟καὶ οὗτος, εἰς κλῆρόν τινα γενέσθαι, ἠξίωσε συγχωρηθῆναι αὐτῷ τοῦτον μόνον χειροτονῆσαι.”

εἶτ’ ἄλλο τι χείριστον τούτοις προστίθησι τῶν τοῦ ἀνδρὸς ἀτοπημάτων, λέγων οὕτως ‘ποιήσας γὰρ τὰς προσ- “φορὰς, καὶ διανέμων ἑκάστῳ τὸ μέρος καὶ ἐπιδιδοὺς ‟τοῦτο, ὀμνύειν ἀντὶ τοῦ εὐλογεῖν τοὺς ταλαιπώρους ῾ἀνθρώπους ἀναγκάζει, κατέχων ἀμφοτέραις ταῖς ‘χερσὶ τὰς τοῦ λαβόντος, καὶ μὴ ἀφεὶς ἔστ’ ἂν ‟ὀμνύοντες ἐς εἴπωσι ταῦτα τοῖς γὰρ ἐκείνου χρήσομαι λόγοις)· ὄμοσόν μοι κατὰ τοῦ σώματος καὶ τοῦ “αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μηδέποτέ ‟με καταλιπεῖν καὶ ἐπιστρέψαι πρὸς Κορνήλιον.

καὶ ὁ ἄθλιος ἄνθρωπος οὐ πρότερον γεύεται, εἰ μὴ πρότερον αὐτῷ καταράσαιτο. καὶ ἀντὶ τοῦ ῾εἰπεῖν λαμβάνοντα τὸν ἄρτον ἐκεῖνον τὸ ἀμήν ῾οὐκ- ‟ἔτι ἀνήξω πρὸς Κορνήλιον λέγει.”

καὶ μεθ’ ἕτερα πάλιν ταῦτά φησιν “ἤδη δὲ ἴσθι γεγυμνῶσθαι

v.4.p.294
‟καὶ ἔρημον γεγονέναι, καταλιμπανόντων αὐτὸν καθ’ “ἡμέραν ἑκάστην τῶν ἀδελφῶν, καὶ εἰς τὴν ἐκκλη- ‟σίαν ἐπανερχομένων. ὃν καὶ Μωυσῆς ὁ μακάριος μάρτυς, ὁ παρ’ ἡμῖν ἔναγχος μαρτυρήσας καλήν “τινα καὶ θαυμαστὴν μαρτυρίαν, ἔτι ὢν ἐν κόσμῳ, “κατιδὼν αὐτοῦ τὴν θρασύτητα καὶ τὴν ἀπόνοιαν, ‟ἀκοινώνητον ἐποίησε σὺν τοῖς πέντε πρεσβυτέροις ῾τοῖς ἅμα αὐτῷ ἀποσχίσασιν ἑαυτοὺς τῆς ἐκκλησίας.”