Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[ Nic. H. E. V, 29—31] Ὁ δ’ αὐτὸς ἐν τῇ πρὸς Φαβιανὸν Ἀντιοχέων ἐπίσκοπον τῶν κατὰ Δέκιον μαρτυρησάντων ἐν Ἀλεξανδρείᾳ τοὺς ἀγῶνας τοῦτον ἱστορεῖ τὸν τρόπον “οὐκ ἀπὸ τοῦ βασιλικοῦ προστάγματος ὁ διωγμὸς παρ’ ἡμῖν ἤρξατο, ἀλλὰ γὰρ ὅλον ἐνιαυτὸν προύλαβε, καὶ φθάσας ὁ “κακῶν τῇ πόλει ταύτῃ μάντις καὶ ποιητὴς, ὅστις ἐκεῖνος ἦν, ἐκίνησε καὶ παρώρμησε καθ’ ἡμῶν τὰ πλήθη τῶν ἐθνῶν, εἰς τὴν ἐπιχώριον αὐτοὺς δεισιδαιμονίαν ἀναρριπίσας.

οἱ δὲ ἐρεθισθέντες ὑπ’ αὐτοῦ, καὶ πάσης ἐξουσίας εἰς ἀνοσιουργίαν λαβό- “μενοι, μόνην εὐσέβειαν τὴν θρησκείαν τῶν “ταύτην ὑπέλαβον, τὸ καθ’ ἡμῶν φονᾶν. “

πρῶτον μὲν οὑν πρεσβύτην Μητρᾶν ὀνόματι

v.4.p.283
συναρπάσαντες, καὶ κελεύσαντες ἄθεα λέγειν ῥή- “ματα, μὴ πειθόμενον, ξύλοις τε παίοντες τὸ σῶμα, ‘καὶ καλάμοις ὀξέσι τὸ πρόσωπον καὶ τοὺς ὀφθαλ- “μοὺς κεντοῦντες, ἀγαγόντες εἰς τὸ προάστειον “λιθοβόλησαν.

ἔπειτα πιστὴν γυναῖκα Κοΐνταν “καλουμένην ἐπὶ τὸ εἰδωλεῖον ἀγαγόντες “προσκυνεῖν· ἀποστρεφομένην δὲ καὶ βδελυττομένην “ἐκδήσαντες τῶν ποδῶν, διὰ πάσης τῆς πόλεως κατὰ “τοῦ τραχέος λιθοστρώτου σύροντες, προσαρασσομέ- “νην τοῖς μυλιαίοις λίθοις ἅμα καὶ μαστιγοῦντες, ἐπὶ τὸν αὐτὸν ἀγαγόντες κατέλευσαν τόπον.

εἶθ’ ὁμοθυμαδὸν ἅπαντες ὥρμησαν ἐπὶ τὰς τῶν θεοσε- “βῶν οἰκίας, καὶ οὓς ἐγνώριζον ἕκαστοι “ἐπισπεύδοντες ἦγον, ἐσύλων τε καὶ διήρπαζον, τὰ ‘μὲν τιμιώτερα τῶν κειμηλίων νοσφιζόμενοι, τὰ δὲ “εὐτελέστερα καὶ ὅσα ἐκ ξύλων πεποίητο, διαρριπτοῦντες καὶ κατακαίοντες ἐν ταῖς ὁδοῖς ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαν.

ἐξέκλινον δὲ καὶ ὑπανεχώρουν οἱ ἀδελφοὶ, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων, ὁμοίως ἐκείνοις οἷς καὶ Παῦλος ἐμαρτύρησε, μετὰ χαρᾶς προσεδέξαντο. καὶ οὐκ οἶδ’ εἴ τις, πλὴν εἰ μή πού τις εἶς ἐμπεσὼν, μέχρι γε τούτου τὸν κύριον ἠρνήσατο.

ἀλλὰ καὶ τὴν “θαυμασιωτάτην τότε παρθένον πρεσβῦτιν Ἀπολλωνίαν διαλαβόντες, τοὺς μὲν ὀδόντας ἅπαντας, κόπτοντες τὰς σιαγόνας, ἐξήλασαν, πυρὰν δὲ νήσαν- “τες πρὸ τῆς πόλεως ζῶσαν ἠπείλουν κατακαύσειν, “εἰ μὴ συνεκφωνήσειεν αὐτοῖς τὰ τῆς ἀσεβείας “κηρύγματα. ἡ δὲ ὑποπαραιτησαμένη βραχὺ καὶ “ἀνεθεῖσα συντόνως ἐπεπήδησεν εἰς τὸ πῦρ καὶ [*](20 Hebr. 10, 34.)

v.4.p.284
“καταπέφλεκται.

Σαραπίωνά τε καταλαβόντες “ἐφέστιον, σκληραῖς βασάνοις αἰκισάμενοι, καὶ πάντα “τὰ ἄρθρα διακλάσαντες, ἀπὸ τοῦ ὑπερῴου πρηνῆ “ κατέρριψαν. οὐδεμία δὲ ὁδὸς, οὐ λεωφόρος, οὐ στε- “νωπὸς ἡμῖν βάσιμος ἦν, οὐ νύκτωρ, οὐ μεθ’ ἡμέ- “ραν, ἀεὶ καὶ πανταχοῦ πάντων κεκραγότων, εἰ μὴ “τὰ δύσφημά τις ἀνυμνοίη ῥήματα, τοῦτον δεῖν σύρεσθαί τε καὶ πίμπρασθαι.

καὶ ταῦτα “ἐπὶ πολὺ μὲν ἤκμασε τοῦτον τὸν τρόπον, διαδεξα- “μένη δὲ τοὺς ἀθλίους ἡ στάσις καὶ ὁ πόλεμος ὁ ἐμφύλιος τὴν καθ’ ἡμῶν ὠμότητα πρὸς ἀλλήλους ‘αὐτῶν ἔτρεψε. καὶ σμικρὸν μὲν προσανεπνεύσαμεν, “ἀσχολίαν τοῦ πρὸς ἡμᾶς θυμοῦ λαβόντων, εὐθέως δὲ ἡ τῆς βασιλείας ἐκείνης τῆς εὐμενεστέρας ἡμῖν “μεταβολὴ διήγγελται, καὶ πολὺς ὁ τῆς ἐφ’ ἡμὰς ‘ἀπειλῆς φόβος ἀνετείνετο.

καὶ δὴ καὶ παρῆν “τὸ πρόσταγμα, αὐτοσχεδὸν ἐκεῖνο οἷον τὸ ὑπὸ τοῦ κυρίου ἀποφαῖνον τὸ φοβερώτατον, ὡς, εἰ δυνατὸν, σκανδαλίσαι καὶ τοὺς ἐκλεκτούς. “

πλὴν πάντες γε κατεπτήχεσαν, καὶ πολλοὶ μὲν “εὐθέως τῶν περιφανεστέρων οἱ μὲν ἀπήντων “τες, οἱ δὲ δημοσιεύοντες ὑπὸ τῶν πράξεων ἤγοντο, “οἱ δὲ ὑπὸ τῶν ἀμφ’ αὐτοῖς ἐφείλκοντο· ὀνομαστί τε καλούμενοι ταῖς ἀνάγνοις καὶ ἀνιέροις θυσίαις προσῄεσαν, οἱ μὲν ὠχριῶντες καὶ τρέμοντες, ὥσπερ οὐ θύσοντες, ἀλλ’ αὐτοὶ θύματα καὶ σφάγια τοῖς “εἰδώλοις ἐσόμενοι, ὡς ὑπὸ πολλοῦ τοῦ περιεστῶτος δήμου χλεύην αὐτοῖς ἐπιφέρεσθαι, καὶ δήλους μὲν εἶναι πρὸς πάντα δειλοὺς ὑπάρχοντας, καὶ πρὸς τὸ “τεθνάναι καὶ πρὸς τὸ θῦσαι·

οἱ δέ τινες ἑτοι- “μότερον τοῖς βωμοῖς προσέτρεχον, ἰσχυριζόμενοι τῇ “θρασύτητι τὸ μηδὲ πρότερον Χριστιανοὶ γεγονέναι,

v.4.p.285
“περὶ ὧν ἡ τοῦ κορίου πρόρρησις ἀληθεστάτη, ὅτι “δυσκόλως σωθήσονται· τῶν δὲ λοιπῶν οἱ μὲν εἵποντο “τούτοις ἑκατέροις, οἱ δὲ ἔφευγον, οἱ δὲ ἡλίσκοντο. “

καὶ τούτων οἱ μὲν ἄχρι δεσμῶν καὶ φυλακῆς “χωρήσαντες, καί τινες καὶ πλείονας ἡμέρας καθειρ- “χθέντες, εἶτα καὶ πρὶν ἐπὶ δικαστήριον ἐλθεῖν, “ἐξωμόσαντο, οἱ δὲ καὶ βασάνοις ἐπὶ ποσὸν ἐγκαρ- “τερήσαντες πρὸς τὸ ἑξῆς ἀπεῖπον.

οἱ δὲ στερροὶ “καὶ μακάριοι στῦλοι τοῦ κυρίου, κραταιωθέντες ὑπ᾿ “αὐτοῦ, καὶ τῆς ἰσχυρὰς ἐν ἑαυτοῖς πίστεως ἀξίαν “καὶ ἀνάλογον δύναμιν καὶ καρτερίαν λαβόντες, “θαυμαστοὶ γεγόνασιν αὐτοῦ τῆς βασιλείας μάρτυρες. “

ὧν πρῶτος Ἰουλιανὸς, ἄνθρωπος ποδαγρὸς, μὴ “στῆναι, μὴ βαδίσαι δυνάμενος, σὺν ἑτέροις δύο τοῖς “φέρουσιν αὐτὸν προσήχθη, ὧν ὁ μὲν ἕτερος εὐθὺς “ἠρνήσατο, ὁ δ᾿ ἕτερος, Κρονίων ὀνόματι, ἐπίκλην “δὲ Εὔνους, καὶ αὐτὸς ὁ πρεσβύτης Ἰουλιανὸς, ὁμο- “λογήσαντες τὸν κύριον, διὰ πάσης τῆς πόλεως μεγί- “στης οὔσης, ὡς ἴστε, καμήλοις ἐποχούμενοι καὶ “μετέωροι μαστιγούμενοι, τέλος ἀσβέστῳ πυρὶ, περι- “κεχυμένου τοῦ δήμου παντὸς, κατεκάησαν.

στρα- “τιώτης τε αὐτοῖς ἀπαγομένοις παραστὰς καὶ τοῖς “ἐφυβρίζουσιν ἐναντιωθεὶς, ἐκβοησάντων ἐκείνων “προσαχθεὶς ὁ ἀνδρειότατος ὁπλομάχος τοῦ θεοῦ “Βησᾶς, κἀν τῷ μεγάλῳ πολέμῳ τῷ περὶ τῆς εὐσε- “βείας ἀριστεύσας, ἀπετμήθη τὴν κεφαλήν.

καί “τις ἕτερος, τὸ μὲν γένος Λίβυς, τὴν δὲ προσηγορίαν “ἅμα καὶ τὴν εὐλογίαν ἀληθὴς Μάκαρ, προτροπῆς “αὐτῷ πολλῆς ὑπὸ τοῦ δικαστοῦ πρὸς ἄρνησιν γενο- “μένης, οὐχ ὑπαχθεὶς ζῶν καταπέφλεκται. Ἐπίμα- “χός τε μετ᾿ αὐτοὺς καὶ Ἀλέξανδρος μετὰ πολὺν ὃν “ἔμειναν δεσμῶται χρόνον, μυρίας διενεγκόντες ἀλγη-

v.4.p.286
“ δόνας, ξυστῆρας, μάστιγας, πυρὶ ἀσβέστῳ καὶ οὗτοι “διεχύθησαν.

καὶ σὺν αὐτοῖς γυναῖκες τέσσαρες· “ Ἀμμωνάριόν τε ἁγία παρθένος, πάνυ φιλονείκως “αὐτὴν ἐπὶ πλεῖστον τοῦ δικαστοῦ βασανίσαντος, “ἅτε προαποφηναμένην ὅτι μηδὲν ὧν ἐκεῖνος “φθέγξαιτο, ἀληθεύσασα τὴν ἐπαγγελίαν ἀπήχθη· “ αἱ δὲ λοιπαὶ, ἡ σεμνοτάτη πρεσβῦτις Μερκουρία, “καὶ ἡ πολύπαις μὲν, οὐχ ὑπὲρ τὸν κύριον δὲ ‘πήσασα ἑαυτῆς τὰ τέκνα Διονυσία, καταιδεσθέντος “εἰς ἀνήνυτον ἔτι βασανίζειν καὶ ὑπὸ γυναικῶν ἡττᾶσθαι τοῦ ἡγεμόνος, σιδήρῳ τεθνᾶσι, μηκέτι “βασάνων πεῖραν λαβοῦσαι· τὰς γὰρ ὑπὲρ πασῶν “ἡ πρόμαχος Ἀμμωνάριον ἀναδέδεκτο

Ἥρων δὲ καὶ Ἀτὴρ καὶ Ἰσίδωρος Αἰγύπτιοι καὶ “σὺν αὐτοῖς παιδάριον ὡς πεντεκαιδεκαέτης ὁ Διόσ- ‘κορος παρεδόθησαν· καὶ πρῶτον τὸ ‘λόγοις τε ἀπατᾶν ὡς εὐπαράγωγον, καὶ “καταναγκάζειν ὡς εὐένδοτον πειρωμένου, οὔτε ἐπείσθη οὔτε εἶξεν ὁ Διοσκόρος.

τοὺς δὲ λοιποὺς “ἀγριώτατα καταξήνας, ἐγκαρτερήσαντας πυρὶ καὶ ‘τούτους παραδέδωκε, τὸν δὲ Διόσκορον ἐλλαμπρυνάμενόν τε δημοσίᾳ, καὶ σοφώτατα πρὸς τὰς ἰδίας πεύσεις ἀποκρινάμενον θαυμάσας παρῆκεν, ὑπέρθεσιν φήσας εἰς μετάνοιαν αὐτῷ διὰ τὴν ἡλικίαν “ἐπιμετρεῖν. καὶ νῦν ὁ θεοπρεπέστατος σὺν ἡμῖν “ἐστι Διοσκόρος, εἰς μακρότερον τὸν ἀγῶνα καὶ διαρκέστερον μείνας τὸν ἆθλον.