Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. V, 28] Τά γέ τοι κατὰ Διονύσιον ἐκ τῆς πρὸς Γερμανὸν ἐπιστολῆς αὐτοῦ παραθήσομαι, ἔνθα τοῦτον περὶ ἑαυτοῦ λέγων ἱστορεῖ τὸν τρόπον “ἐγὼ δὲ καὶ ἐνώπιον τοῦ θεοῦ λαλῶ, καὶ “αὐτὸς οἶδεν ὅτι οὐ ψεύδομαι· οὐδὲ μίαν ἐπ᾿ ἐμαυ- “τοῦ βαλλόμενος οὐδὲ ἀθεεὶ πεποίημαι τὴν φυγήν. “

ἀλλὰ καὶ πρότερον τοῦ κατὰ Δέκιον προτεθέντος “διωγμοῦ Σαβῖνος αὐτῆς ὥρας φρουμεντάριον ἔπεμ- “ψεν εἰς ἀναζήτησίν μου, κἀγὼ μὲν τεσσάρων ἡμε- “ρῶν ἐπὶ τῆς οἰκίας ἔμεινα, τὴν ἄφιξιν τοὐ φρου-

v.4.p.281
“μενταρίου προσδοκῶν. ὁ δὲ πάντα μὲν περιῆλθεν “ἀνερευνῶν, τοὺς ποταμοὺς, τὰς ὁδοὺς, τοὺς ἀγροὺς, “ἔνθα κρύπτεσθαί με ἢ βαδίζειν ὑπενόησεν, ἀορασίᾳ δὲ εἴχετο, μὴ εὑρίσκων τὴν οἰκίαν· οὐ γὰρ ἐπίστευ- “σεν οἴκοι με διωκόμενον ἔχειν.

καὶ μόλις μετὰ τὴν τετάρτην ἡμέραν κελεύσαντός μοι μεταστῆναι “τοῦ θεοῦ καὶ παραδόξως ὁδοποιήσαντος ἐγώ τε “οἱ παῖδες καὶ πολλοὶ τῶν ἀδελφῶν ἅμα “θομεν. καὶ ὅτι τῆς τοῦ θεοῦ προνοίας ἔργον ἐκεῖνο “γέγονε τὰ ἐξῆς ἐδήλωσεν, ἐν οἷς τάχα τισὶ γεγόναμεν χρήσιμοι.”

εἶτά τινα μεταξὺ εἰπὼν τὰ μετὰ τὴν φυγὴν αὐτῷ συμβεβηκότα δηλοῖ, ταῦτα ἐπιφέρων “ἐγὼ μὲν γὰρ περὶ ἡλίου δυσμὰς ἅμα τοῖς “σὺν ἐμοὶ γενόμενος ὑπὸ τοῖς στρατιώταις εἰς Ταπό- “σιριν ἤχθην, ὁ δὲ Τιμόθεος κατὰ τὴν τοῦ θεοῦ “πρόνοιαν ἔτυχε μὴ παρὼν μηδὲ καταληφθείς. ἐλθὼν “δὲ ὕστερον ηὗρε τὸν οἶκον ἔρημον, καὶ φρουροῦν- “τας αὐτὸν ὑπηρέτας, ἡμᾶς δὲ ἐξηνδραποδισμένους.”

καὶ μεθ’ ἕτερά φησι “καὶ τίς ὁ τῆς θαυμασίας ‘οἰκονομίας αὐτοῦ τρόπος; τὰ γὰρ ἀληθῆ λεχθήσεται. ‘ἀπηντᾶτό τις τῶν χωρικῶν ὑποφεύγοντι τῷ Τιμο- ‘θέῳ καὶ τεταραγμένῳ, καὶ τὴν αἰτίαν τῆς ἐπείξεως ἐπύθετο.

ὁ δὲ τἀληθὲς ἐξεῖπε, κἀκεῖνος ἀκούσας ἀπῄει δὲ εὐωχησόμενος γάμους· διαπαννυχίζειν ‘γὰρ αὐτοῖς ἐν ταῖς τοιαύταις συνόδοις ἔθος) εἰσελ- “θὼν ἀπήγγειλε τοῖς κατακειμένοις· οἶ δὲ ὁρμῇ καθάπερ ἀπὸ συνθήματος πάντες ἐξανέστησαν, καὶ δρόμῳ φερόμενοι τάχιστα ἧκον, ἐπεισπεσόντες τε ἡμῖν ἠλάλαξαν, καὶ φυγῆς εὐθέως τῶν φρουρούντων ἡμὰς στρατιωτῶν γενομένης ἐπέστησαν ἡμῖν, ὡς εἴχομεν ἐπὶ τῶν ἀστρώτων σκιμπόδων κατακείμενοι.

κἀγὼ μὲν, οἶδεν ὁ θεὸς, ὡς λῃστὰς εἶναι

v.4.p.282
“πρότερον ἡγούμενος ἐπὶ σύλησιν καὶ ἁρπαγὴν “κομένους, μένων ἐπὶ τῆς εὐνῆς, ἧς ἤμην γυμνὸς ἐν “τῷ λινῷ ἐσθήματι, τὴν δὲ λοιπὴν ἐσθῆτα “μένην αὐτοῖς ὤρεγον, οἱ δὲ ἐξανίστασθαί τε ἐκέλευον καὶ τὴν ταχίστην ἐξιέναι.

καὶ τότε συνεὶς ἐφ’ ᾧ παρῆσαν ἀνέκραγον δεόμενος αὐτῶν καὶ “ἱκετεύων ἀπιέναι καὶ ἡμᾶς ἐὰν, εἰ δὲ βούλονταί τι χρηστὸν ἐργάσασθαι, τοὺς ἀπάγοντάς με φθάσαι, “καὶ τὴν κεφαλὴν αὐτοὺς τὴν ἐμὴν ἀποτεμεῖν ἠξίουν. “καὶ τοιαῦτα βοῶντος, ὡς ἴσασιν οἱ κοινωνοί μου καὶ “μέτοχοι πάντων γενόμενοι, ἀνίστασαν πρὸς βίαν, “κἀγὼ μὲν παρῆκα ἐμαυτὸν ὕπτιον εἰς τοὔδαφος, οἱ “δὲ διαλαβόντες χειρῶν καὶ ποδῶν σύροντες “γαγον.

ἐπηκολούθουν δέ μοι οἱ τούτων πάντων “γενόμενοι μάρτυρες, Γάι·ος, Φαῦστος, Πέτρος, Παῦ- “λος, οἳ καὶ ὑπολαβόντες με φοράδην ἐξήγαγον “πολιχνίου, καὶ ὄνῳ γυμνῷ ἐπιβιβάσαντες ἀπήγαγον.” ταῦτα περὶ ἑαυτοῦ ὁ Διονύσιος.