Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. V, 19] Τότε δῆτα, οἶα καὶ εἰκὸς ἦν, πληθυούσης τῆς πίστεως, πεπαρρησιασμένου τε τοῦ καθ’ ἡμᾶς παρὰ πᾶσι λόγου, ὑπὲρ τὰ ἐξήκοντά φασιν ἔτη τὸν Ὠριγένην γενόμενον, ἄτε δὴ μεγίστην ἤδη συλλεξάμενον ἐκ τῆς μακρᾶς παρασκευῆς ἔξιν, τὰς ἐπὶ τοῦ κοινοῦ λεγομένας αὐτῷ διαλέξεις ταχυγράφοις μεταλαβεῖν ἐπιτρέψαι, οὐ πρότερόν ποτε τοῦτο γενέσθαι συγκεχωρηκότα.

ἐν τούτῳ καὶ τὰ πρὸς τὸν ἐπιγεγραμμένον καθ’ ἡμῶν

v.4.p.278
Κέλσου τοῦ Ἐπικουρείου ἀληθῆ λόγον ὀκτὼ τὸν ἀριθμὸν συγγράμματα συντάττει, καὶ τοὺς εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον εἴκοσι πέντε τόμους, τούς τε εἰς τοὺς δώδεκα προφήτας, ἀφ’ ὧν μόνους ηὕρομεν πέντε καὶ εἴκοσι.

φέρεται δὲ αὐτοῦ καὶ πρὸς αὐτὸν βασιλέα Φίλιππον ἐπιστολὴ, καὶ ἄλλη πρὸς τὴν τούτου γαμετὴν Σεβήραν, διάφοροί τε ἄλλαι πρὸς διαφόρους, ὧν ὁπόσας σποράδην παρὰ διαφόροις σωθείσας συναγαγεῖν δεδυνήμεθα, ἐν ἰδίαις τόμων περιγραφαῖς, ὡς ἂν μηκέτι διαρρίπτοιντο, κατελέξαμεν, τὸν ἑκατὸν ἀριθμὸν ὑπερβαινούσας.

γράφει δὲ καὶ Φαβιανῷ τῷ κατὰ Ῥώμην ἐπισκόπῳ, ἑτέροις τε πλείστοις ἄρχουσιν ἐκκλησιῶν, περὶ τῆς κατ’ αὐτὸν ὀρθοδοξίας. ἔχεις καὶ τούτων τὰς ἀποδείξεις ἐν ἕκτῳ τῆς γραφείσης ἡμῖν περὶ τοῦ ἀνδρὸς ἀπολογίας.