Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

τίς δὲ ὁ γράψας “ἐπιστολὴν, τὸ μὲν ἀληθὲς θεὸς οἶδεν, ἡ δὲ εἰς ἡμᾶς “φθάσασα ἱστορία ὑπό τινων μὲν λεγόντων ὅτι Κλή- “μὴς ὁ γενόμενος ἐπίσκοπος Ῥωμαίων ἔγραψε τὴν ἐπι- “στολὴν, ὑπό τινων δὲ ὅτι Λουκᾶς ὁ γράψας τὸ εὐαγ- “γέλιον καὶ τὰς πράξεις.” ἀλλὰ ταῦτα μὲν ὧδε ἐχέτω.

[Nic. H. E. V, 18] Ἔτος δ’ ἦν τοῦτο δέκατον τῆς δηλουμένης ἡγεμονίας, καθ’ ὃ τὴν ἀπ’ Ἀλεξανδρείας μετανάστασιν ἐπὶ τὴν Καισάρειαν ὁ Ὠριγένης ποιησάμενος, Ἡρακλᾷ τὸ τῆς κατηχήσεως τῶν αὐτόθι διδασκαλεῖον καταλείπει. οὐκ εἰς μακρὸν δὲ καὶ Δημήτριος ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπίσκοπος τελευτᾷ, ἐφ’ ὅλοις ἔτεσι τρισὶ καὶ τεσσαράκοντα τῇ λειτουργίᾳ διαρκέσας· διαδέχεται δ’ αὐτὸν ὁ Ἡρακλᾶς. διέπρεπε δὲ ἐν τούτῳ Φιρμιλλιανὸς, Καισαρείας τῆς Καππαδοκῶν ἐπίσκοπος,

τοσαύτην εἰσάγων περὶ τὸν Ὠριγένην σπουδὴν ὡς τοτὲ μὲν αὐτὸν ἀμφὶ τὰ κατ’ αὐτὸν κλίματα εἰς τὴν τῶν ἐκκλησιῶν ὠφέλειαν ἐκκαλεῖσθαι, τοτὲ δὲ ὡς αὐτὸν ἐπὶ τὴν Ἰουδαίαν στέλλεσθαι, καί τινας αὐτῷ συνδιατρίβειν χρόνους, τῆς εἰς τὰ θεῖα βελτιώσεως ἕνεκα. οὐ μὴν ἀλλὰ καὶ ὁ τῆς Ιεροσολύμων προεστὼς Ἀλέξανδρος, Θεόκτιστός τε ὁ κατὰ Καισάρειαν, τὸν πάντα χρόνον ὡς ἔπος εἰπεῖν προσανέχοντες αὐτῷ οἷα διδασκάλῳ μόνῳ, τὰ τῆς τῶν θείων γραφῶν ἑρμηνείας καὶ τὰ λοιπὰ τοῦ ἐκκλησιαστικοῦ λόγου πράττειν συνεχώρουν.

v.4.p.273

[Nic. H. E. V, 20] Τόν γε μὴν Ῥωμαίων αὐτοκράτορα Ἀλέξανδρον τρισὶν ἐπὶ δέκα ἔτεσι τὴν ἀρχὴν διανύσαντα Μαξιμῖνος Καῖσαρ διαδέχεται, ὃς δὴ κατὰ κότον τὸν πρὸς τὸν Ἀλεξάνδρου οἶκον, ἐκ πλειόνων πιστῶν συνεστῶτα, διωγμὸν ἐγείρας, τοὺς τῶν ἐκκλησιῶν ἄρχοντας μόνους ὡς αἰτίους τῆς κατὰ τὸ εὐαγγέλιον διδασκαλίας ἀναιρεῖσθαι προστάττει. τότε καὶ Ὠριγένης τὸν περὶ μαρτυρίου συντάττει, Ἀμβροσίῳ κ·αὶ Πρωτοκτήτῳ πρεσβυτέρῳ τῆς ἐν Καισαρείᾳ παροικίας ἀναθεὶς τὸ σύγγραμμα, ὅτι δὴ ἄμφω περίστασις οὐχ ἡ τυχοῦσα ἐν τῷ διωγμῷ κατειλήφει, ἐν ᾗ καὶ διαπρέψαι κατέχει λόγος ἐν ὁμολογίᾳ τοὺς ἄνδρας, οὐ πλείονος ἢ τριετοῦς χρόνου τῷ Μαξιμίνῳ διαγενομένου. σεσημείωται δὲ τουτονὶ τοῦ διωγμοῦ τὸν καιρὸν ἔν τε τῷ δευτέρῳ καὶ εἰκοστῷ τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν καὶ ἐν διαφόροις ἐπιστολαῖς Ὠριγένης.