Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. V, 3] Πολλὰ μὲν οὖν ἄν τις εἴποι, τὸν βίον τοῦ ἀνδρὸς ἐν σχολῇ παραδοῦναι διὰ γραφῆς πειρώμενος, δέοιτο δ᾿ ἂν καὶ ἰδίας ὑποθέσεως ἡ περὶ αὐτοῦ σύνταξις. ὅμως δ᾿ ἡμεῖς ἐπὶ τοῦ παρόντος ἐπιτεμνόμενοι τὰ πλεῖστα διὰ βραχέων ὡς οἷόν τε ὀλίγα ἄττα τῶν περὶ αὐτὸν διελευσόμεθα, ἔκ τινων ἐπιστολῶν καὶ ἱστορίας τῶν καὶ εἰς ἡμᾶς τῷ βίῳ πεφυλαγμένων αὐτοῦ γνωρίμων τὰ δηλούμενα φέροντες.

Ὠριγἐνους καὶ τὰ ἐξ αὐτῶν ὡς εἰπεῖν σπαργάνων ἀξιομνημόνευτά μοι εἶναι δοκεῖ. δέκατον μὲν γὰρ ἐπεῖχε Σεβῆρος τῆς βασιλείας ἔτος, ἡγεῖτο δὲ Ἀλεξανδρείας καὶ τῆς λοιπῆς Αἰγύπτου Λαῖτος, τῶν δὲ αὐτόθι παροικιῶν τὴν ἐπισκοπὴν νεωστὶ τότε μετὰ Ἰουλιανὸν Δημήτριος ὑπειλήφει.

εἰς μέγα δὴ οὖν τῆς τοῦ διωγμοῦ πυρκαϊᾶς ἁφθείσης, καὶ μυρίων ὅσων τοῖς κατὰ τὸ μαρτύριον ἀναδουμένων στεφάνοις, ἔρως τοσοῦτος μαρτυρίου τὴν Ὠριγένους ἔτι κομιδῆ παιδὸς ὑπάρχοντος κατεῖχε ψυχὴν, ὡς ὁμόσε τοῖς κινδύνοις χωρεῖν, προπηδᾶν τε καὶ ὁρμᾶν ἐπὶ τὸν ἀγῶνα προθύμως ἔχειν.

ἤδη γέ τοι μικρὸν ὅσον αὐτῷ καὶ τὰ τῆς ἀπὸ τοῦ βίου ἀπαλλαγῆς οὐ πόρρω καθίστατο, μὴ οὐχὶ τῆς θείας καὶ οὐρανίου

v.4.p.241
προνοίας εἰς τὴν πλείστων ὠφέλειαν διὰ τῆς αὐτοῦ μητρὸς ἐμποδὼν αὐτῷ τῆς προθυμίας ἐνστάσης.

αὕτη γοῦν τὰ μὲν πρῶτα λόγοις ἱκετεύουσα τῆς περὶ αὐτὸν μητρικῆς διαθέσεως φειδὼ λαβεῖν παρεκάλει, σφοδρότερον δ’ ἐπιτείναντα θεασαμένη, ὅτε γνοὺς ἁλόντα τὸν πατέρα δεσμωτηρίῳ φυλάττεσθαι, ὅλος ἐγίνετο τῆς περὶ τὸ μαρτύριον ὁρμῆς, τὴν πᾶσαν αὐτοῦ ἀποκρυψαμένη ἐσθῆτα οἴκοι μένειν ἀνάγκην ἐπῆγεν.

ὁ δὲ, ὡς οὐδὲν ἄλλο πράττειν αὐτῷ παρῆν, τῆς προθυμίας ὑπὲρ τὴν ἡλικίαν ἐπιτεινομένης, οὐχ οἶός τε ὢν ἠρεμεῖν, διαπέμπεται τῷ πατρὶ προτρεπτικωτάτην περὶ μαρτυρίου συντάξας ἐπιστολὴν, ἐν ᾗ κατὰ λέξιν αὐτῷ παραινεῖ “ἔπεχε, μὴ δι’ ἡμᾶς “ἄλλο τι φρονήσῃς”. τοῦτο πρῶτον τῆς Ὠριγἐνους παιδικῆς ἀγχινοίας καὶ περὶ τὴν θεοσέβειαν γνησιωτάτης διαθέσεως ἀνάγραπτον ἔστω τεκμήριον.

καὶ γὰρ ἤδη καὶ τῶν τῆς πίστεως λόγων οὐ σμικρὰς ἀφορμὰς καταβέβλητο, ταῖς θείαις γραφαῖς ἐξέτι παιδὸς ἐνησκημένος. οὐ μετρίως γοῦν καὶ περὶ ταῦτα πεπόνητο, τοῦ πατρὸς αὐτῷ πρὸς τῇ τῶν ἐγκυκλίων παιδείᾳ καὶ τούτων οὐ κατὰ πάρεργον τὴν φροντίδα πεποιημένου.

ἐξ ἅπαντος γοῦν αὐτὸν, πρὸ τῆς τῶν Ἑλληνικῶν μαθημάτων μελέτης, ἐνῆγε τοῖς ἱεροῖς ἐνασκεῖσθαι παιδεύμασιν, ἐκμαθήσεις καὶ ἀπαγγελίας ἡμέρας ἑκάστης αὐτὸν εἰσπραττόμενος.

οὐκ ἀπροαιρέτως δὲ ταῦτα ἐγίνετο τῷ παιδὶ, ἀλλὰ καὶ ἄγαν προθυμότατα περὶ ταῦτα πονοῦντι, ὡς μηδ’ ἐξαρκεῖν αὐτῷ τὰς ἁπλᾶς καὶ προχείρους τῶν ἱερῶν λόγων ἐντεύξεις, ζητεῖν δέ τι πλέον καὶ βαθυτέρας ἤδη ἐξ ἐκείνου πολυπραγμονεῖν θεωρίας, ὥστε καὶ πράγματα παρέχειν τῷ πατρὶ τί ἄρα ἐθέλοι δηλοῦν τὸ τῆς θεοπνεύστου γραφῆς ἀναπυνθανόμενος βού-

v.4.p.242
λῆμα.

ἐκεῖνος δὲ τῷ μὲν δοκεῖν εἰς πρόσωποι ἐπέπληττεν αὐτῷ, μηδὲν ὑπὲρ ἡλικίαν μηδὲ τῆς πρὸ φανοὺς διανοίας περαιτέρω τι ζητεῖν παραινῶν, ἰδίως δὲ παρ’ ἑαυτῷ τὰ μεγάλα γεγηθὼς τὴν μεγίστη ὡμολόγει τῷ πάντων ἀγαθῶν αἰτίῳ θεῷ χάριν, ὅτι δὴ αὐτὸν τοιούτου πατέρα γενέσθαι παιδὸς ἠξίωσεν.

ἐπιστάντα δὲ ἤδη πολλάκις καθεύδοντι τῷ παιδὶ γυμνῶσαι μὲν αὐτοῦ τὰ στέρνα φασὶν, ὥσπερ δὲ θεῖο πνεύματος ἔνδον ἐν αὐτοῖς ἀφιερωμένου, φιλῆσαί τ’ σεβασμίως καὶ τῆς εὐτεκνίας μακάριον ἑαυτὸν ἡγήσασθαι. ταῦτα καὶ ἕτερα τούτοις συγγενῆ περὶ παῖδ’ ὄντα τὸν Ὠριγένην γενέσθαι μνημονεύουσιν.

ὡς δὲ ἤδη αὐτῷ ὁ πατὴρ μαρτυρίῳ τετελείωτο, ἔρημος ἅμα μητρὶ καὶ βραχυτέροις ἀδελφοῖς τὸν ἀριθμὸν ἕξ, ἑπτακαιδέκατον οὐ πλῆρες ἰτὸς ἄγων, καταλείπεται.

τῆς γε μὴν τοῦ πατρὸς περιουσίας τοῖς βασιλικοῖς ταμιείοις ἀναληφθείσης, ἐν σπάνει τῶν κατὰ τὸν βίον χρειῶν σὺν τοῖς προσήκουσι καταστὰς, οἰκονομίας τῆς ἐκ θεοῦ καταξιοῦται, καὶ τυγχάνει δεξιώσεως ὁμοῦ καὶ ἀναπαύσεως παρά τινι πλουσιωτάτῃ μὲν τὸν βίον καὶ τὰ ἄλλα περιφανεστάτῃ γυναικὶ, διαβόητόν γε μὴν ἄνδρα περιεπούσῃ τῶν τότε ἐπὶ τῆς Ἀλεξανδρείας αἱρεσιωτῶν· τὸ γένος ἦν οὗτος Ἀντιοχεὺς, θετὸν δὲ αὐτὸν υἱὸν εἶχέ τε σὺν ἑαυτῇ καὶ ἐν τοἴς μάλιστα περιεῖπεν ἡ δεδηλωμένη.

ἀλλὰ τούτῳ γε ἐπάναγκες ὁ Ὠριγένης συνὼν τῆς ἐξ ἐκείνου περὶ τὴν πίστιν ὀρθοδοξίας ἐναργῆ παρείχετο δείγματα, ὅτι δὴ μυρίου πλήθους διὰ τὸ δοκοῦν ἱκανὸν ἐν λόγῳ τοῦ Παύλου τοῦτο γὰρ ἦν ὄνομα τῷ ἀνδρὶ) συναγομένου παρ’ αὐτῷ οὐ μόνον αἱρετικῶν, ἀλλὰ καὶ ἡμετέρων, οὐδεπώποτε προυτράπη κατὰ τὴν εὐχὴν αὐτῷ συστῆναι, φυλάττων ἐξέτι παιδὸς

v.4.p.243
κανόνα ἐκκλησίας, βδελυττόμενός τε, ὡς αὐτῷ ῥήματι φησί που αὐτὸς, τὰς τῶν αἱρέσεων διδασκαλίας.

προαχθεὶς δὲ ὑπὸ τοῦ πατρὸς ἐν τοῖς Ἑλλήνων μαθήμασιν, ἐκθυμότερόν τε καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τῇ περὶ τοὺς λόγους ἀσκήσει ὅλον ἐπιδοὺς ἑαυτὸν, ὡς καὶ παρασκευὴν ἐπὶ τὰ γραμματικὰ οὐ μετρίαν ἔχειν, μετ’ οὐ πολὺ τῆς τοῦ πατρὸς τελειώσεως τούτοις ἐπιδεδωκὼς ἑαυτὸν, ηὐπόρει τῶν ἀνγκαίων, ὡς ἐν ἐκείνῃ τῇ ἡλικίᾳ, δαψιλῶς.