Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

Καὶ δὴ μηκέθ’ οἵου τε ὄντος λειτουργεῖν διὰ λιπαρὸν γῆρας, τὸν εἰρημένον Ἀλέξανδρον, ἐπίσκοπον ἑτέρας ὑπάρχοντα παροικίας, οἰκονομία θεοῦ ἐπὶ τὴν ἅμα τῷ Ναρκίσσῳ λειτουργίαν ἐκάλει, κατὰ ἀποκάλυψιν νύκτωρ αὐτῷ δι’ ὁράματος φανεῖσαν.

ταύτῃ δ’ οὖν ὡς κατά τι θεοπρόπιον ἐκ τῆς Καππαδοκῶν γῆς, ἔνθα τὸ πρῶτον τῆς ἐπισκοπῆς ἠξίωτο, τὴν πορείαν ἐπὶ τὰ Ἱεροσόλυμα εὐχῆς καὶ τῶν τόπων ἱστορίας ἕνεκεν πεποιημένον φιλοφρονέστατα οἱ τῇδε ὑπολαβόντες οὐκέτ’ οἴκαδε παλινοστεῖν αὐτῷ ἐπιτρέπουσι, καθ’ ἑτέραν ἀποκάλυψιν καὶ αὐτοῖς νύκτωρ ὀφθεῖσαν, μίαν τε φωνὴν σαφεστάτην τοῖς μάλιστα αὐτῶν σπουδαίοις χρήσασαν· ἐδήλου γὰρ προελθόντας ἔξω πυλῶν τὸν ἐκ θεοῦ προωρισμένον αὐτοῖς ἐπίσκοπον ὑποδέξασθαι. τοῦτο δὲ πράξαντες μετὰ κοινῆς τῶν ἐπισκόπων, οἱ τὰς πέριξ διεῖπον ἐκκλησίας, γνώμης ἐπάναγκες αὐτὸν παραμένειν βιάζονται.

μνημονεύει γέ τοι καὶ αὐτὸς ὁ Ἀλέξανδρος ἐν ἰδίαις ἐπιστολαῖς ταῖς πρὸς Ἀντινοείτας εἰσέτι νῦν παρ’ ἡμῖν σωζομέναις τῆς Ναρκίσσου σὺν αὐτῷ προεδρίας, ταῦτα κατὰ λέξιν ἐπὶ τέλει γράφων τῆς ἐπιστολῆς ἀσπάζεται ὑμᾶς Νάρκισσος, ὁ πρὸ ἐμοῦ διέπων τὸν τόπον τῆς ἐπισκοπῆς τὸν ἐνθάδε, καὶ νῦν συνεξεταζόμενός μοι διὰ τῶν εὐχῶν, ἑκατὸν δεκαὲξ ἔτη ἠνυκὼς, παρακαλῶν ὑμᾶς ὁμοίως ἐμοὶ ὁμοφρονῆσαι

καὶ ταῦτα μὲν οὕτως εἶχε. τῆς δὲ κατ’ Ἀντιόχειαν ἐκκλησίας Σαραπίωνος ἀναπαυσαμένου τὴν ἐπισκοπήν διαδέχεται Ἀσκληπιάδης, ἐν ταῖς κατὰ τὸν διωγμὸν ὁμολογίαις διαπρέψας καὶ αὐτός.

μέμνηται καὶ τῆς τούτου καταστάσεως Ἀλέξανδρος, Ἀντιοχεῦσι γράφων ὧδε “Ἀλέξανδρος, δοῦλος καὶ δέσμιος “Ἰησοῦ Χριστοῦ, τῇ μακαρίᾳ ἐκκλησίᾳ Ἀντιοχέων ἐν

v.4.p.254
“κυρίῳ χαίρειν. ἐλαφρά μοι καὶ κοῦφα τὰ δεσμὰ ὁ “κύριος ἐποίησε κατὰ τὸν καιρὸν τῆς εἱρκτῆς, πυθο- “μένῳ μοι τῆς ἁγίας ὑμῶν τῶν Ἀντιοχέων ἐκκλησίας “κατὰ τὴν θείαν πρόνοιαν Ἀσκληπιάδην τὸν ἐπιτη- “δειότατον κατ᾿ ἀξίαν τὴν πίστιν τῆς ἐπισκοπῆς ἐγκε- “χειρισμένον.”

ταύτην δὲ τὴν ἐπιστολὴν σημαίνει διὰ Κλήμεντος ἀπεσταλκέναι, πρὸς τῷ τέλει τοῦτον γράφων τὸν τρόπον “ταῦτα δὲ ὑμῖν, κύριοί μου ἀδελ- “φοὶ, τὰ γράμματα ἀπέστειλα διὰ Κλήμεντος τοῦ “μακαρίου πρεσβυτέρου, ἀνδρὸς ἐναρέτου καὶ δοκί- “μου, ὃν ἴστε καὶ ὑμεῖς καὶ ἐπιγνώσεσθε, ὃς καὶ ἐν- “θάδε παρὼν κατὰ τὴν πρόνοιαν καὶ ἐπισκοπὴν τοῦ “δεσπότου ἐπεστήριξέ τε καὶ ηὔξησε τὴν τοῦ κυρίον “ἐκκλησίαν.”