Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ὁ δὲ ἰδέᾳ πεῖραν αὐτῶν λαβεῖν θελή- [*](1 Iren. V, 33, 3. p. 333. IV, 6, 2. p. 233. V, 28, 4. p. 327. I, 27, 4. p. 106. III, 21, 1 et 2. p. 215. 12 les. 7,14.)

v.4.p.209
“σας, εὐλαβηθείς τε μή τι ἄρα συνθέμενοι τὴν ἐν ταῖς γραφαῖς διὰ τῆς ἑρμηνείας ἀλή- “θειαν, χωρίσας αὐτοὺς ἀπ’ ἀλλήλων ἐκέλευσε πάντας τὴν αὐτὴν ἑρμηνείαν γράφειν, καὶ τοῦτο ἐπὶ πάντων τῶν βιβλίων ἐποίησε.

συνελθόντων δὲ αὐτῶν ἐπὶ τὸ αὐτὸ παρὰ τῷ Πτολεμαίῳ, καὶ “συναντιβαλλόντων ἑκάστου τὴν ἑαυτοῦ ἑρμηνείαν, “ὁ μὲν θεὸς ἐδοξάσθη, αἶ δὲ γραφαὶ ὄντως “ἐγνώσθησαν, τῶν πάντων τὰ αὐτὰ ταῖς αὐταῖς λἐ- “ξεσι καὶ τοῖς αὐτοῖς ὀνόμασιν ἀναγορευσάντων ἀπ’ ἀρχῆς μέχρι τέλους, ὥστε καὶ τὰ παρόντα ἔθνη “γνὠναι ὅτι κατ’ ἐπίπνοιαν τοῦ θεοῦ εἰσιν ἡρμηνευμέναι αἶ γραφαί.

καὶ οὐδέν γε θαυμαστὸν τοῦτο ἐνηργηκέναι τὸν θεὸν, ὅς γε καὶ ἐν τῇ ἐπὶ Ναβουχοδονόσορ αἰχμαλωσίᾳ τοῦ λαοῦ, διαφθαρεισῶν σῶν τῶν γραφῶν, καὶ μετὰ ἑβδομήκοντα ἔτη τῶν Ἰουδαίων ἀνελθόντων εἰς τὴν χώραν αὐτῶν, ἔπειτα ἐν τοῖς χρόνοις Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως ἐνέπνευσεν Ἔσδρᾳ τῷ ἱερεῖ ἐκ τῆς φυλῆς Λευὶ, τοὺς “τῶν προγεγονότων προφητῶν πάντας ἀνατάξασθαι λόγους, καὶ ἀποκαταστῆσαι τῷ λαῷ τὴν διὰ Μωυσέως νομοθεσίαν.’’ τοσαῦτα ὁ Εἰρήναιος.

[Nic. H. E. IV, 19] Ἐννέα δὲ καὶ δέκα ἔτεσι τῇ βασιλείᾳ διαρκέσαντος Ἀντωνίνου, Κόμοδος τὴν ἡγεμονίαν παραλαμβάνει, οὗ κατὰ τὸ πρῶτον ἔτος τῶν κατ’ Ἀλεξάνδρειαν ἐκκλησιῶν Ἰουλιανὸς ἐγχειρίζεται τὴν ἐπισκοπὴν, ἐπὶ δυοκαίδεκα ἔτεσιν Ἀγριππίνου τὴν λειτουργίαν ἀναπλήσαντος.