Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 14] Ἐπεὶ δὲ ἀρχόμενοι πραγματείας ὑπόσχεσιν πεποιήμεθα παραθήσεσθαι κατὰ καιρὸν εἰπόντες τὰς τῶν ἀρχαίων ἐκκλησιαστικῶν πρεσβυτέρων τε καὶ συγγραφέων φωνὰς, ἐν αἷς τὰς περὶ τῶν ἐνδιαθήκων γραφῶν εἰς αὐτοὺς κατελθούσας παραδόσεις γραφῇ παραδεδώκασι, τούτων δὲ καὶ ὁ Εἰρήναιος ἦν, φέρε καὶ τὰς αὐτοῦ παραθώμεθα λέξεις.

καὶ πρώτας γε τὰς περὶ τῶν ἱερῶν εὐαγγελίων, οὕτως ἐχούσας ὁ μὲν δὴ Ματθαῖος ἐν τοῖς Ἑβραίοις τῇ ἰδίᾳ αὐτῶν διαλέκτῳ καὶ γραφὴν ἐξήνεγκεν εὐαγγελίου, τοῦ Πέτρου καὶ τοῦ Παύλου ἐν ‘Ρώμῃ εὐαγγελιζομένων καὶ θεμελιούντων τὴν ἐκκλησίαν.

μετὰ δὲ τὴν τούτων ἔξοδον Μάρκος ὁ μαθητὴς καὶ ἑρμηνευτὴς Πέτρου καὶ αὐτὸς τὰ ὑπὸ Πέτρου κηρυσσόμενα ἐγγράφως ἡμὶν παραδέ- “δωκε, καὶ Λουκᾶς δὲ, ὁ ἀκόλουθος ΠαύΑου, τὸ ὑπ’ ἐκείνου κηρυσσόμενον εὐαγγέλιον ἐν βίβλῳ κατέθετο.

ἔπειτα Ἰωάννης, ὁ μαθητὴς τοῦ κυρίου, ὁ καὶ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀναπεσὼν, καὶ αὐτὸς ἐξέδωκε τὸ εὐαγγέλιον, ἐν Ἐφέσω τῆς Ἀσίας δια- “τρίβων.”

ταῦτα μὲν οὖν ἐν τρίτῳ τῆς εἰρημένης [*](2 Iren. V, 6, 1. p. 299. 18 Iren. III, 1, 1. p. 174.)

v.4.p.207
ὑποθέσεως τῷ προδηλωθέντι εἴρηται. ἐν δὲ τῷ πέμπτῳ περὶ τῆς Ἰωάννου ἀποκαλύψεως καὶ τῆς ψήφου τῆς τοῦ ἀντιχρίστου προσηγορίας οὕτω διαλαμβάνει· “τούτων δὲ οὕτως ἐχόντων, καὶ ἐν πᾶσι δὲ τοῖς σπουδαίοις καὶ ἀρχαίοις ἀντιγράφοις τοῦ ἀριθμοῦ τούτου κειμένου, καὶ μαρτυρούντων αὐτῶν ἐκείνων τῶν κατ᾿ ὄψιν τὸν Ἰωάννην καὶ τοῦ λόγου διδάσκοντος ἡμὰς ὅτι ὁ ἀριθμὸς τοῦ ὀνόματος τοῦ θηρίου κατὰ τὴν τῶν Ἑλλήνων ψῆφον διὰ τῶν ἐν αὐτῷ γραμμάτων ἐμφαίνεται.’’

καὶ ὑποκαταβὰς περὶ τοῦ αὐτοῦ φάσκει “ἡμεῖς οὖν οὐκ ‘ἀποκινδυνεύομεν περὶ τοῦ ὀνόματος τοῦ ἀντιχρίστου ἀποφαινόμενοι βεβαιωτικῶς. εἰ γὰρ ἔδει ἀναφανδὸν τῷ νῦν καιρῷ κηρύττεσθαι τοὔνομα αὐτοῦ, δι’ ἐκείνου ἂν ἐρρέθη τοῦ καὶ τὴν ἀποκάλυψιν ἑωρακότος· κότος· οὐδὲ γὰρ πρὸ πολλοῦ χρόνου ἐωράθη, ἀλλὰ σχεδὸν ἐπὶ τῆς ἡμετέρας γενεάς, πρὸς τῷ τέλει τῆς Δομετιανοῦ ἀρχῆς.”

ταῦτα καὶ περὶ τῆς ἀποκαλύψεως ἱστόρηται τῷ δεδηλωμένῳ. μέμνηται δὲ καὶ τῆς Ἰωάννου πρώτης ἐπιστολῆς, μαρτύρια ἐξ αὐτῆς πλεῖστα εἰσφέρων, ὁμοίως δὲ καὶ τῆς Πέτρου προτέρας. οὐ μόνον δὲ οἶδεν, ἀλλὰ καὶ ἀποδέχεται τὴν τοῦ Ποιμένος γραφὴν λέγων καλῶς οὑν εἶπενἡγραφὴ ἡ λέγουσα, πρῶτον πάντων πίστευσον ὅτι εἷς ἐστὶν ὁ θεὸς, ὁ τ’. πάντα κτίσας καὶ τὰ ἑξῆς.

καὶ ῥητοῖς τοῖς δέ τισιν ἐκ τῆς Σολομῶνος Σοφίας κέχρηται, μονονουχὶ φάσκων· ὅρασις ’δε θεοῦ περιποιητικὴ ἀφθαρσίας, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ. καὶ ἀπομνημονευμάτων δὲ ἀποστολικοῦ τινὸς πρεσβυτέρου, οὗ τοὔνομα σιωπῇ παραδέδωκε, μνημονεύει, ὢ [*](4 Iren. V, 30. 1. p. 328. 11 Iren. V, .30, 3. p. 330, 23 Iren. IV, 20, 2. p. 253. 27 Iren. IV 38, 3. p. 285. Conf. Sap. 6, 20.)

v.4.p.208
ἐξηγήσεις τε αὐτοῦ θείων γραφῶν παρατέθειται.

ἔτι καὶ Ἰουστίνου τοὐ μάρτυρος καὶ Ἰγνατίου μνήμην πεποίηται, μαρτυρίαις αὖθις καὶ ἀπὸ τῶν τούτοις γραφέντων κεχρημένος. ἐπήγγελται δὲ αὐτὸς ἐκ τῶν Μαρκίωνος συγγραμμάτων ἀντιλέξειν αὐτῷ ἐν ἰδίῳ σπουδάσματι.

καὶ περὶ τῆς κατὰ τοὺς ἑβδομήκοντα ἑρμηνείας τῶν θεοπνεύστων γραφῶν ἄκουε οἷα κατὰ λέξιν γράφει ὁ θεὸς οὖν ἄνθρωπος ἐγένετο, καὶ αὐτὸς κύριος ἔσωσεν ἡμᾶς, δοὺς τὸ τῆς παρθένου σημεῖον· ἀλλ’ οὐχ ὡς ἔνιοι φασι τῶν νῦν τολμώντων μεθερμηνεύειν τὴν γραφὴν ‘ ἴδοὺ ἡ νεᾶνις ἐν γαστρὶ ἔξει καὶ τέξεται υἱόν᾿, ὡς Θεοδοτίων ἡρμήνευσεν ὁ Ἐφέσιος, καὶ Ἀκύλας ὁ Ποντικὸς, ἀμφότεροι Ἰουδαῖοι προσήλυτοι, οἷς κατακολουθήσαντες οἱ Ἐβιωναῖοι ἐξ Ἰωσὴφ αὐτὸν γεγενῆσθαι φάσκουσι.’’

τούτοις ἐπιφέρει μετὰ βραχέα λέγων πρὸ τοῦ γὰρ Ῥωμαίους κρατῦναι τὴν ἀρχὴν αὐτῶν, ἔτι τῶν Μακεδόνων τὴν Ἀσίαν κατε- ‘χόντων, Πτολεμαῖος ὁ Λάγου, φιλοτιμούμενος τὴν “ὑπ᾿ αὐτοῦ κατεσκευασμένην βιβλιοθήκην ἐν Ἀλε- “ξανδρείᾳ κοσμῆσαι τοῖς πάντων ἀνθρώπων συγγράμμασιν, ὅσα γε σπουδαῖα ὑπῆρχεν, ᾐτήσατο παρὰ τῶν Ἱεροσολυμιτῶν εἰς τὴν Ἑλληνικὴν διάλεκτον σχεῖν αὐτῶν μεταβεβλημένας τὰς γραφάς.

οἱ δὲ ὑπήκουον γὰρ ἔτι τοῖς Μακεδόσι τότε) τοὺς παρ’ αὐτοῖς ἐμπειροτάτους τῶν γραφῶν καὶ ἀμφοτέρων τῶν διαλέκτων, ἑβδομήκοντα πρεσβυτέρους ἔπεμψαν Πτολεμαίῳ, ποιήσοντας τοῦθ’ ὅπερ ἠβούλετο

ὁ δὲ ἰδέᾳ πεῖραν αὐτῶν λαβεῖν θελή- [*](1 Iren. V, 33, 3. p. 333. IV, 6, 2. p. 233. V, 28, 4. p. 327. I, 27, 4. p. 106. III, 21, 1 et 2. p. 215. 12 les. 7,14.)

v.4.p.209
“σας, εὐλαβηθείς τε μή τι ἄρα συνθέμενοι τὴν ἐν ταῖς γραφαῖς διὰ τῆς ἑρμηνείας ἀλή- “θειαν, χωρίσας αὐτοὺς ἀπ’ ἀλλήλων ἐκέλευσε πάντας τὴν αὐτὴν ἑρμηνείαν γράφειν, καὶ τοῦτο ἐπὶ πάντων τῶν βιβλίων ἐποίησε.

συνελθόντων δὲ αὐτῶν ἐπὶ τὸ αὐτὸ παρὰ τῷ Πτολεμαίῳ, καὶ “συναντιβαλλόντων ἑκάστου τὴν ἑαυτοῦ ἑρμηνείαν, “ὁ μὲν θεὸς ἐδοξάσθη, αἶ δὲ γραφαὶ ὄντως “ἐγνώσθησαν, τῶν πάντων τὰ αὐτὰ ταῖς αὐταῖς λἐ- “ξεσι καὶ τοῖς αὐτοῖς ὀνόμασιν ἀναγορευσάντων ἀπ’ ἀρχῆς μέχρι τέλους, ὥστε καὶ τὰ παρόντα ἔθνη “γνὠναι ὅτι κατ’ ἐπίπνοιαν τοῦ θεοῦ εἰσιν ἡρμηνευμέναι αἶ γραφαί.

καὶ οὐδέν γε θαυμαστὸν τοῦτο ἐνηργηκέναι τὸν θεὸν, ὅς γε καὶ ἐν τῇ ἐπὶ Ναβουχοδονόσορ αἰχμαλωσίᾳ τοῦ λαοῦ, διαφθαρεισῶν σῶν τῶν γραφῶν, καὶ μετὰ ἑβδομήκοντα ἔτη τῶν Ἰουδαίων ἀνελθόντων εἰς τὴν χώραν αὐτῶν, ἔπειτα ἐν τοῖς χρόνοις Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως ἐνέπνευσεν Ἔσδρᾳ τῷ ἱερεῖ ἐκ τῆς φυλῆς Λευὶ, τοὺς “τῶν προγεγονότων προφητῶν πάντας ἀνατάξασθαι λόγους, καὶ ἀποκαταστῆσαι τῷ λαῷ τὴν διὰ Μωυσέως νομοθεσίαν.’’ τοσαῦτα ὁ Εἰρήναιος.