Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 15] “Θεμελιώσαντες οὖν καὶ οἰκοδομήσαντες οἶ μακάριοι ἀπόστολοι τὴν ἐκκλησίαν Λίνῳ τὴν τῆς ἐπισκοπῆς λειτουργίαν ἐνεχείρισαν. τούτου τοῦ Λίνου Παῦλος ἐν ταῖς πρὸς Τιμόθεον ἐπιστολαῖς μέμνηται, διαδέχεται δὲ αὐτὸν Ανέγκλητος.

μετὰ τοῦτον δὲ τρίτῳ τόπῳ ἀπὸ [*](25 Iren. III, 3, 3. p. 176. 29 II Tim. 4, 21.)

v.4.p.204
“τῶν ἀποστόλων τὴν ἐπισκοπὴν κληροῦται Κλήμης, ὁ “καὶ ἑωρακὼς τοὺς μακαρίους ἀποστόλους, καὶ συμ- “βεβληκὼς αὐτοῖς, καὶ ἔτι ἔναυλον τὸ κήρυγμα τῶν “ἀποστόλων καὶ τὴν παράδοσιν πρὸ ὀφθαλμῶν ἔχων, οὐ μόνος· ἔτι γὰρ πολλοὶ ὑπελείποντο τότε ὑπὸ τῶν “ἀποστόλων δεδιδαγμένοι.

ἐπὶ τούτου οὖν τοῦ “Κλήμεντος στάσεως οὐκ ὀλίγης τοῖς ἐν Κορίνθῳ “γενομένης ἀδελφοῖς, ἐπέστειλεν ἡ ἐν ῾Ρώμῃ ἐκκλησία “ἱκανωτάτην γραφὴν τοῖς Κορινθίοις, εἰς εἰρήνην “συμβιβάζουσα αὐτοὺς, καὶ ἀνανεοῦσα τὴν πίστιν “αὐτῶν καὶ ἣν νεωστὶ ἀπὸ τῶν ἀποστόλων παρά- “δοσιν εἰλήφει.“

καὶ μετὰ βραχέα φησὶ “τὸν δὲ “Κλήμεντα τοῦτον διαδέχεται Εὐάρεστος, καὶ τὸν “Εὐάρεστον Ἀλέξανδρος. εἶθ᾿ οὕτως ἕκτος ἀπὸ τῶν “ἀποστόλων καθίσταται Ξύστὸς, μετὰ δὲ τοῦτον Τε- “λεσφόρος, ὃς καὶ ἐνδόξως ἐμαρτύρησεν· ἔπειτα Ὑγῖ- “νος, εἶτα Πίος, μεθ᾿ ὃν Ἀνίκητος. διαδεξαμένου “τὸν Ἀνίκητον Σωτῆρος νῦν δωδεκάτῳ τόπῳ τὸν τῆς “ἐπισκοπῆς ἀπὸ τῶν ἀποστόλων κατέχει κλῆρον Ἐλεύ- “θερος.

τῇ αὐτῇ τάξει καὶ τῇ αὐτῇ διδαχῇ ἥ τε “ἀπὸ τῶν ἀποστόλων ἐν τῇ ἐκκλησίᾳ παράδοσις καὶ “τὸ τῆς ἀληθείας κήρυγμα κατήντηκεν εἰς ἡμᾶς.”