Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 36] Οἵ γε μὴν ἐπὶ Παλαιστίνης, οὓς ἀρτίως διεληλύθαμεν, ὅ τε Νάρκισσος καὶ Θεόφιλος, καὶ σὺν αὐτοῖς Κάσσιος τῆς κατὰ Τύρον ἐκκλησίας ἐπίσκοπος, καὶ Κλάρος τῆς ἐν Πτολεμαΐδι, οἵ τε μετὰ τούτων συνεληλυθότες περὶ τῆς κατελθούσης εἰς αὐτοὺς ἐκ διαδοχῆς τῶν ἀποστόλων περὶ τοῦ πάσχα παραδόσεως πλεῖστα διειληφότες, κατὰ τὸ τέλος τῆς γραφὴς αὐτοῖς ῥήμασιν ἐπιλέγουσι ταῦτα “τῆς δ᾿ ἐπιστολῆς ἡμῶν πειράθητε κατὰ πᾶσαν “ἐκκλησίαν ἀντίγραφα διαπέμψασθαι, ὅπως μὴ ἔνοχοι “ὦμεν τοῖς ῥᾳδίως πλανῶσιν ἑαυτῶν τὰς ψυχάς. δη- “λοῦμεν δὲ ὑμῖν ὅτι τῇ αὐτῇ ἡμέρᾳ καὶ ἐν Ἀλεξαν- “δρείᾳ ἄγουσιν, ᾗπερ καὶ ἡμεῖς. παρ᾿ ἡμῶν γὰρ τὰ “γράμματα κομίζεται αὐτοῖς καὶ ἡμῖν παρ᾿ αὐτῶν, “ὥστε συμφώνως καὶ ὁμοῦ ἄγειν ἡμᾶς τὴν ἁγίαν “ἡμέραν.”