Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ἀλλ’ ὁ μὲν δείλαιος παρὰ καιρὸν τὴν δίκην εἰσελθὼν, ὅτι μὴ ζῆν ἐξὸν ἦν κατὰ βασιλικὸν ὅρον τοὺς τῶν τοιῶνδε μηνυτὰς, αὐτίκα κατάγνυται τὰ σκέλη, Περεννίου δικαστοῦ τοιαύτην κατ’ αὐτοῦ ψῆφον ἀπενέγκαντος.

ὁ δέ γε θεοφιλέστατος μάρτυς, πολλὰ λιπαρῶς ἱκετεύσαντος τοὐ δικαστοῦ καὶ λόγον αὐτὸν ἐπὶ τῆς συγκλήτου βουλῆς αἰτήσαντος, λογιωτάτην ὑπὲρ ἧς ἐμαρτύρει πίστεως ἐπὶ πάντων παρασχὼν ἀπολογίαν κεφαλικῇ κολάσει ὡσὰν ἀπὸ δόγματος συγκλήτου τελειοῦται, μηδ’ ἄλλως ἀφεῖσθαι τοὺς ἅπαξ εἰς δικαστήριον παριόντας καὶ μηδαμῶς τῆς προθέσεως μεταβαλλομένους ἀρχαίου παρ’ αὐτοῖς νόμου κεκρατηκότος.

τούτου μὲν οὖν τὰς ἐπὶ τοῦ δικαστοῦ φωνὰς καὶ τὰς ἀποκρίσεις, ἃς πρὸς πεῦσιν πεποίητο τοῦ Περεννίου, πᾶσάν τε τὴν πρὸς τὴν σύγκλητον ἀπολογίαν ὅτῳ διαγνῶναι φίλον, ἐκ τῆς τῶν ἀρχαίων μαρτυρίων συναχθείσης ἡμῖν ἀναγραφῆς εἴσεται.

[Nic. II. E. IV, 19] Δεκάτῳ γε μὴν τῆς Κομόδου βασιλείας ἔτει δέκα πρὸς τρισὶν ἔτεσι τὴν ἐπισκοπὴν λελειτουργηκότα Ἐλεύθερον διαδέχεται Βίκτωρ· ἐν ᾧ καὶ Ἰουλιανοῦ δέκατον ἔτος ἀναπλήσαντος τῶν κατ’ Ἀλεξάνδρειαν παροικιῶν τὴν ἐγχειρίζεται Δημήτριος· καθ’ οὓς καὶ τῆς Ἀντιοχέων ἐκκλησίας ὄγδοος ἀπὸ τῶν ἀποστόλων ὁ

v.4.p.229
πρόσθεν ἤδη δεδηλωμένος ἔτι τότε Σαραπίων ἐπίσκοπος ἐγνωρίζετο· Καισαρείας δὲ τῆς ἐπὶ Παλαιστίνῃ καθηγεῖτο Θεόφιλος. καὶ Νάρκισσος δὲ ὁμοίως, οὗ καὶ πρόσθεν ὁ λόγος μνήμην ἐποιήσατο, τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἔτι τότε τὴν λειτουργίαν εἶχεν. Κορίνθου δὲ τῆς καθ’ Ἑλλάδα κατὰ τοὺς αὐτοὺς χρόνους ἐπίσκοπος ἦν Βάκχυλλος, καὶ τῆς ἐν Ἐφέσω παροικίας Πολυκράτης, καὶ ἄλλοι δὲ, ὥς γε εἰκὸς, ἐπὶ τούτοις μυρίοι κατὰ τούσδε διέπρεπον. ὧν γε μὴν ἔγγραφος ἡ τῆς πίστεως εἰς ἡμὰς κατῆλθεν ὀρθοδοξία, τούτους εἰκότως ὀνομαστὶ κατελέξαμεν.