Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 30] Ἐξ ἐναντίας δὲ τῶν ἐπὶ Ῥώμης τὸν ὑγιῆ τῆς ἐκκλησίας θεσμὸν παραχαραττόντων, Εἰρήναιος διαφόρους ἐπιστολὰς συντάττει, τὴν μὲν ἐπιγράψας πρὸς Βλάστον περὶ σχίσματος, τὴν δὲ πρὸς Φλωρῖνον περὶ μοναρχίας ἢ περὶ τοῦ μὴ εἶναι τὸν θεὸν ποιητὴν κακῶν. ταύτης γάρ τοι τῆς γνώμης οὗτος ἐδόκει προασπίζειν· δι’ ὃν αὖθις ὑποσυρόμενον τῇ κατὰ Οὐαλεντῖνον πλάνῃ καὶ τὸ περὶ ὀγδοάδος συντάττεται τῷ Εἰρηναίῳ σπούδασμα, ἐν ᾧ καὶ ἐπισημαίνεται τὴν πρώτην τῶν ἀποστόλων κατειληφέναι ἑαυτὸν διαδοχήν.

ἔνθα πρὸς τῷ τοῦ συγγράμματος τέλει χαριεστάτην αὐτοῦ σημείωσιν εὑρόντες ἀναγκαίως καὶ ταύτην τῇδε καταλέξομεν τῇ γραφῇ, τοῦτον ἔχουσαν τὸν τρόπον “ὁρκίζω σε τὸν μεταγραψόμενον τὸ βιβλίον τοῦτο κατὰ τοὐ κυρίου [*](29 Iren. fragm. p. 339 Mass.)

v.4.p.226
“ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ κατὰ τῆς ἐνδόξου παρου- “σίας αὐτοῦ, ἧς ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, “ἵνα ἀντιβάλῃς ὃ μετεγράψω, καὶ κατορθώσῃς αὐτὸ “πρὸς τὸ ἀντίγραφον τοῦτο, ὅθεν μετεγράψω, ἐπιμε- “λῶς· καὶ τὸν ὅρκον τοῦτον ὁμοίως μεταγράψεις καὶ “θήσεις ἐν τῷ ἀντιγράφῳ.”

καὶ ταῦτα δὲ ὠφελίμως ὑπ᾿ ἐκείνου λελέχθω, πρὸς ἡμῶν τε ἱστορείσθω, ὡς ἂν ἔχοιμεν ἄριστον σπουδαιοτάτης ἐπιμελείας τοὺς ἀρχαίους ἐκείνους καὶ ὄντως ἱεροὺς ἄνδρας ὑπόδειγμα.

ἐν ᾗ γε μὴν προειρήκαμεν πρὸς τὸν Φλωρῖνον ὁ Εἰρηναῖος ἐπιστολῇ αὖθις τῆς ἅμα Πολυκάρπῳ συνουσίας αὐτοῦ μνημονεύει λέγων “ταῦτα τὰ δόγματα, “Φλωρῖνε, ἵνα πεφεισμένως εἴπω, οὐκ ἔστιν ὑγιοῦς “γνώμης· ταῦτα τὰ δόγματα ἀσύμφωνά ἐστι τῇ ἐκ- “κλησίᾳ, εἰς τὴν μεγίστην ἀσέβειαν περιβάλλοντα “τοὺς πειθομένους αὐτοῖς· ταῦτα τὰ δόγματα οὐδὲ “οἱ ἔξω τῆς ἐκκλησίας αἱρετικοὶ ἐτόλμησαν ἀποφή- “νασθαί ποτε· ταῦτα τὰ δόγματα οἱ πρὸ ἡμῶν πρεσ- “βύτεροι οἱ καὶ τοῖς ἀποστόλοις συμφοιτήσαντες οὐ “παρέδωκάν σοι.

εἶδον γάρ σε παῖς ἔτι ὢν ἐν τῇ “κάτω Ἀσίᾳ παρὰ Πολυκάρπῳ, λαμπρῶς πράσσοντα “ἐν τῇ βασιλικῇ αὐλῇ, καὶ πειρώμενον εὐδοκιμεῖν “παρ᾿ αὐτῷ. μᾶλλον γὰρ τὰ τότε διαμνημονεύω τῶν “ἔναγχος γινομένων.

αἱ γὰρ ἐκ παίδων μαθήσεις “συναύξουσαι τῇ ψυχῇ ἑνοῦνται αὐτῇ, ὥστε με δύ- “νασθαι εἰπεῖν καὶ τὸν τόπον ἐν ᾧ καθεζόμενος διε- “λέγετο ὁ μακάριος Πολύκαρπος, καὶ τὰς προόδους “αὐτοῦ καὶ τὰς εἰσόδους, καὶ τὸν χαρακτῆρα τοῦ βίου, “καὶ τὴν τοῦ σώματος ἰδέαν, καὶ τὰς διαλέξεις ἃς “ἐποιεῖτο πρὸς τὸ πλῆθος, καὶ τὴν μετὰ Ἰωάννου [*](12 Iren. fragm. p. 339 Mass.)

v.4.p.227
“συναναστροφὴν ὡς ἀπήγγελλε καὶ τὴν μετὰ “λοιπῶν τῶν ἑωρακότων τὸν κύριον, καὶ ὡς ἀπεμνη- “μόνευε τοὺς λόγους αὐτῶν, καὶ περὶ τοῦ κυρίου “τίνα ἦν ἃ παρ’ ἐκείνων ἀκηκόει, καὶ περὶ τῶν “δυνάμεων αὐτοῦ, καὶ περὶ τῆς διδασκαλίας, ὡς “παρὰ τῶν αὐτοπτῶν τῆς ζωῆς τοῦ λόγου παρειληφὼς ὁ Πολύκαρπος ἀπήγγελλε πάντα σύμφωνα “ταἴς γραφαῖς.

ταῦτα καὶ τότε διὰ τὸ ἔλεος τοῦ “θεοῦ τὸ ἐπ’ ἐμοὶ γεγονὸς σπουδαίως ἤκουον, ‘μνηματιζόμενος αὐτὰ οὐκ ἐν χάρτῃ, ἀλλ’ ἐν τῇ ἐμῇ “καρδίᾳ, καὶ ἀεὶ διὰ τὴν χάριν τοῦ θεοῦ γνησίως “αὐτὰ ἀναμαρυκῶμαι· καὶ δύναμαι διαμαρτύρασθαι “ἔμπροσθεν τοῦ θεοῦ, ὅτι εἴ τι τοιοῦτον ἀκηκόει “ἐκεῖνος ὁ μακάριος καὶ ἀποστολικὸς πρεσβύτερος, “ἀνακράξας ἂν καὶ ἐμφράξας τὰ ὦτα αὐτοῦ, καὶ τὸ “σύνηθες αὐτῷ εἰπών ‘ ὦ καλὲ θεὲ, εἰς οἴους με και- “ροὺς τετήρηκας, ἔνα τούτων ἀνέχωμαι πεφεύγει “καὶ τὸν τόπον ἐν ᾧ καθεζόμενος ἢ ἑστὼς τῶν “ούτων ἀκηκόει λόγων.

καὶ ἐκ τῶν ἐπιστολῶν δὲ αὐτοῦ ὧν ἐπέστειλεν ἤτοι ταῖς γειτνιώσαις ἐκκλησίαις ἐπιστηρίζων αὐτὰς, ἢ τῶν ἀδελφῶν τισὶ νουθετῶν αὐτοὺς καὶ προτρεπόμενος, δύναται φανερωθῆναι.” ταῦτα ὁ Εἰρήναιος.