Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 18] Τοιαῦτα καὶ τὰ κατὰ τὸν δεδηλωμένον αὐτοκράτορα ταῖς Χριστοῦ συμβέβηκεν ἐκκλησίαις, ἀφ’ ὧν καὶ τὰ ἐν ταῖς λοιπαῖς ἐπαρχίαις ἐνηργημένα εἰκότι λογισμῷ στοχάζεσθαι πάρεστιν. ἄξιον τούτοις ἐκ τῆς αὐτῆς ἐπισυνάψαι γραφῆς λέξεις ἑτέρας, δι’ ὧν καὶ τὸ ἐπιεικὲς καὶ φιλάνθρωπον τῶν δεδηλωμένων μαρτύρων ἀναγέγραπται τούτοις αὐτοῖς τοῖςρήμασιν

“οἳ καὶ ἐπὶ τοσοῦτον ζηλωταὶ καὶ μιμηταὶ Χριστοῦ ἐγένοντο, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ὥστε ἐν τοιαύτῃ δόξῃ ὑπάρχοντες, καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πολλάκις μαρτυρήσαντες, καὶ ἐκ θηρίων αὖθις ἀναληφθέντες, καὶ τὰ καυτήρια καὶ τοὺς μώλωπας καὶ τὰ τραύματα ἔχοντες περικείμενα, οὔτ’ αὐτοὶ μάρ- “τυρας ἑαυτοὺς ἀνεκήρυττον οὔτε μὴν ἡμῖν τούτῳ τῷ ὀνόματι προσαγορεύειν αὐτοὺς, ἀλλ’ εἴ ποτέ τις ἡμῶν δι’ ἐπιστολῆς ἢ διὰ λόγου μάρτυρας αὐτοὺς προσεῖπεν, ἐπέπλησσον πικρῶς.

ἡδέως γὰρ παρεχώρουν τὴν τῆς μαρτυρίας προσηγορίαν τῷ Χριστῷ, τῷ πιστῷ καὶ ἀληθινῷ μάρτυρι καὶ πρωτοτόκῳ τῶν νεκρῶν καὶ ἀρχηγῷ τῆς ζωῆς τοὐ θεοῦ, καὶ ἐπεμιμνήσγοντο τῶν ἐξεληλυθότων ἤδη μαρτύρων καὶ ἔλεγον ἐκεῖνοι ἤδη μάρτυρες, οὓς ἐν τῇ ὁμολογίᾳ Χριστὸς ἠξίωσεν ἀναληφθῆναι, ἐπι- σφραγισάμενος αὐτῶν διὰ τῆς ἐξόδου τὴν μαρτυ- [*](13 Phil. 2, 6.)

v.4.p.199
“ρίαν, ἡμεῖς δὲ ὁμόλογοι μέτριοι καὶ ταπεινοί. καὶ “μετὰ δακρύων παρεκάλουν τοὺς ἀδελφοὺς, δεόμενοι “ἵνα ἐκτενεῖς εὐχαὶ γίνωνται πρὸς τὸ τελειωθῆναι “αὐτούς.

καὶ τὴν μὲν δύναμιν τῆς μαρτυρίας ἔργῳ “ἐπεδείκνυντο, πολλὴν παρρησίαν ἄγοντες πρὸς πάντα “τὰ ἔθνη, καὶ τὴν εὐγένειαν διὰ τῆς ὑπομονῆς καὶ “ἀφοβίας καὶ ἀτρομίας φανερὰν ἐποίουν, τὴν δὲ πρὸς “τοὺς ἀδελφοὺς τῶν μαρτύρων προσηγορίαν παρῃτοῦντο, “ἐμπεπλησμένοι φόβου θεοὺ.”

καὶ αὖθις “μετὰ βραχέα φασίν “ἐταπείνουν ἑαυτοὺς ὑπὸ τὴν “κραταιὰν χεῖρα, ὑφ’ ἧς ἱκανῶς νῦν εἰσιν ὑψωμένοι. “τότε δὲ πάσι μὲν ἀπελογοῦντο, κατηγόρουν δὲ οὐδενὸς, “ἔλυον μὲν ἅπαντας, ἐδέσμευον δὲ οὐδένα, καὶ “ὑπὲρ τῶν τὰ δεινὰ διατιθέντων ηὔχοντο, καθάπερ “Στέφανος ὁ τέλειος μάρτυς ‘κύριε, μὴ στήσῃς αὐτοῖς “τὴν ἁμαρτίαν ταύτην.· εἰ δ’ ὑπὲρ ἰῶν λιθαζόντων “ἐδέετο, πόσῳ μᾶλλον ὑπὲρ τῶν ἀδελφῶν;

καὶ “αὖθίς φασι μεθ’ ἕτερα οὗτος γὰρ καὶ μέγιστος αὐτοῖς “πρὸς αὐτὸν ὁ πόλεμος έγἐνειο, διὰ τὸ γνήσιον “τῆς ἀγάπης, ἵνα ἀποπνιχθεὶς ὁ θὴρ, οὓς πρότερον “ᾤετο καταπεπωκέναι, ζῶντας ἐξεμέσῃ. οὐ γὰρ ἔλαβον “καύχημα κατὰ τῶν πεπτωκότων, ἀλλ’ ἐν οἷς “ἐπλεόναζον αὐτοὶ, τοῦτο τοῖς ἐνδεεστέροις ἐπήρκουν, “μητρικὰ σπλάγχνα ἔχοντες, καὶ πολλὰ περὶ αὐτῶν “ἐκχέοντες δάκρυα πρὸς τὸν πατέρα.

ζωὴν ἠτήσαντο, “καὶ ἔδωκεν αὐτοῖς, ἢν καὶ συνεμερίσαντο “τοῖς πλησίον. κατὰ πάντων νικηφόροι πρὸς θεὸν “ἀπελθόντες, εἰρήνην ἀγαπήσαντες ἀεὶ, καὶ εἰρήνην “ἀεὶ παρεγγυήσαντες, μετ’ ειρηνης ἐχώρησαν πρὸς “θεὸν, μὴ καταλιπόντες πόνον τῇ μητρὶ, μηδὲ στάσιν [*](10 I Petri 5, 6. 15 Act. 7, 60.)

v.4.p.200
“καὶ πόλεμον τοῖς ἀδελφοῖς, ἀλλὰ χαρὰν καὶ εἰρήνην “καὶ ὁμόνοιαν καὶ ἀγάπην.”

ταῦτα καὶ περὶ τῆς τῶν μακαρίων ἐκείνων πρὸς τοὺς παραπεπτωκότας τῶν ἀδελφῶν στοργῆς ὠφελίμως προσκείσθω, τῆς ἀπανθρώπου καὶ ἀνηλεοῦς ἕνεκα διαθέσεως τῶν μετὰ ταῦτα ἀφειδῶς τοῖς Χριστοῦ μέλεσι προσενηνεγμένων.