Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 25] τῆς δὲ κατὰ Φρύγας καλουμένης αἱρέσεως καὶ Ἀπολλών·ιος, ἀκκλησιαστικὸς συγγραφεὺς, ἀκμαζούσης εἰσέτι τότε κατὰ τὴν Φρυγίαν ἔλεγχον ἐνστησάμενος ἴδιον κατ’ αὐτῶν πεποίηται σύγγραμμα, τὰς μὲν φερομένας ἀυτῶν προφητείας ψευδεῖς οὔσας κατὰ λέξιν εὐθύνων, τὸν δὲ βίον τῶν τῆς αἱρέσεως ἀρχηγῶν ὁποῖός τις γέγονε διελέγχων. αὐτοῖς δὲ ῥήμασι περὶ τοῦ Μοντανοῦ ταῦτα λέγοντος ἄκουε

“ἀλλὰ τίς οὗτός ἐστιν ὁ “πρόσφατος διδάσκαλος τὰ ἔργα αὐτοῦ καὶ ἡ διδα- “σκαλία δείκνυσιν. οὗτός ἐστιν ὁ διδάξας λύσεις “γάμων, ὁ νηστείας νομοθετήσας, ὁ Πἐπουζαν καὶ Τύμιον Ἰερουσαλὴμ ὀνομάσας πόλεις δέ εἰσιν αὗ- ‘ται μικραὶ τῆς Φρυγίας), τοὺς πανταχόθεν ἐκεῖ ῾συναγαγεῖν ἐθέλων, ὁ πρακτῆρας χρημάτων ‘στήσας, ὁ ἐπ’ ὀνόματι προσφορῶν τὴν δωροληψίαν “ἐπιτεχνώμενος, ὁ σαλάρια χορηγῶν τοῖς κηρύττου- “σιν αὐτοῦ τὸν λόγον, ἵνα διὰ τῆς γαστριμαργίας ἡ διδασκαλία τοῦ λόγου κρατύνηται.’’

καὶ ταῦτα μὲν περὶ τοῦ Μοντανοῦ· καὶ περὶ τῶν προφητίδων δὲ αὐτοῦ ὑποκαταβὰς οὕτω γράφει “δείκνυμεν οὑν

v.4.p.222
“αὐτὰς πρώτας τὰς προφήτιδας ταύτας, ἀφ’ οὑ τοῦ “πνεύματος ἐπληρώθησαν, τοὺς ἄνδρας καταλιπού- “σας. πῶς οὖν ἐψεύδοντο Πρίσκον. παρθένον “καλοῦντες;” εἶτ’ ἐπιφέρει λέγων

“δοκεῖ σοι “γραφὴ κωλύειν προφήτην λαμβάνειν δῶρα καὶ χρή- “ματα; ὅταν οὖν ἴδω τὴν προφῆτιν εἰληφυῖαν “χρυσὸν καὶ ἄργυρον καὶ πολυτελεῖς ἐσθῆτας, πῶς “ αὐτὴν μὴ παραιτήσωμαι;’’

αὖθις δὲ ὑποκαταβὰς περί τινος τῶν κατ’ αὐτοὺς ὁμολογητῶν ταῦτά φησιν “ἔτι δὲ καὶ Θεμίσων, ὁ τὴν ἀξιόπιστον πλεονεξίαν ἠμφιεσμένος, ὁ μὴ βαστάσας τῆς ὁμολογίας τὸ “σημεῖον, ἀλλὰ πλήθει χρημάτων ἀποθέμενος “δεσμὰ, δέον ἐπὶ τούτῳ ταπεινοφρονεῖν, ὡς μάρτυς “καυχώμενος ἐτόλμησε, μιμούμενος τὸν ἀπόστολον, “καθολικήν τινα συνταξάμενος ἐπιστολὴν κατηχεῖν “μὲν τοὺς ἄμεινον αὐτοῦ πεπιστευκότας, “ζεσθαι δὲ τοῖς τῆς κενοφωνίας λόγοις, βλασφημῆσαι δὲ εἰς τὸν κύριον καὶ τοὺς ἀποστόλους καὶ τὴν ἁγίαν ἐκκλησίαν.

καὶ περὶ ἑτέρων δὲ αὖθις τῶν κατ’ αὐτοὺς τετιμημένων ὡς δὴ μαρτύρων οὕτω γράφει ἵνα δὲ μὴ περὶ πλειόνων λέγωμεν, ἡ προφῆτις ἡμῖν εἰπάτω τὰ κατὰ Ἀλέξανδρον τὸν λέγοντα ἑαυτὸν μάρτυρα, ᾧ συνεστιᾶται, ᾧ προσκυνοῦσι καὶ αὐτῷ πολλοὶ, οὗ τὰς λῃστείας καὶ τὰ ἄλλα τολμή- μάτα, ἐφ’ οἶς κεκόλασται, οὐχ ἡμὰς δεῖ λέγειν, ἀλλὰ ὁ ὀπισθόδομος ἔχει.

τίς οὖν τίνι χαρίζεται τὰ ἁμαρτήματα; πότερον ὁ προφήτης τὰς λῃστείας τῷ μάρτυρι, ἢ ὁ μάρτυς τῷ προφήτῃ τὰς πλεονεξίας; εἰρηκότος γὰρ τοῦ κυρίου ‘μὴ κτήσησθε χρυσὸν μήτε ἄργυρον μήτε δύο χιτῶνας οὗτοι πᾶν τοὐναν- [*](29 Matth. 10, 9.)

v.4.p.223
“τίον πεπλημμελήκασι περὶ τὰς τούτων τῶν ἀπηγο- “ρευμένων κτήσεις. δείξομεν γὰρ τοὺς λεγομένους “παρ᾿ αὐτοῖς προφήτας καὶ μάρτυρας μὴ μόνον “πλουσίων, ἀλλὰ καὶ παρὰ πτωχῶν καὶ ὀρφανῶν καὶ “χηρῶν κερματιζομένους.

καὶ εἰ πεποίθησιν ἔχου- “σιν, στήτωσαν ἐν τούτῳ, καὶ διορισάσθωσαν “τούτοις, ἵνα ἐὰν ἐλεγχθῶσι, κἂν τοῦ λοιποῦ παύ- “σωνται πλημμελοῦντες· δεῖ γὰρ τοὺς καρποὺς δο- “κιμάζεσθαι τοῦ προφήτου, ἀπὸ γὰρ τοῦ καρποῦ τὸ “ ξύλον γινώσκεται.

ἔνα δὲ τοῖς βουλομένοις τὰ “κατὰ Ἀλέξανδρον ᾖ γνώριμα, κέκριται ὑπὸ Αἰμιλίου “Φροντίνου ἀνθυπάτου ἐν Ἐφέσω, οὐ διὰ τὸ ὄνομα, ‘ἀλλὰ δι’ ἃς ἐτόλμησε λῃστείας, ὢν ἤδη παραβάτης· εἶτα ἐπιψευσάμενος τῷ ὀνόματι τοῦ κυρίου ἀπολἐ- “λυταὶ, πλανήσας τοὺς ἐκεῖ πιστούς· καὶ ἡ ἰδία πα- ‘ροικία αὐτὸν, ὅθεν ἦν, οὐκ ἐδέξατο, διὰ τὸ “αὐτὸν λῃστήν. καὶ οἱ θέλοντες μαθεῖν τὰ κατ’ αὐ- “τὸν ἔχουσι τὸ τῆς Ἀσίας δημόσιον ἀρχεῖον.

ὃν “ὁ προφήτης συνόντα πολλοῖς ἔτεσιν ἀγνοεῖ, “ἐλέγχοντες ἡμεῖς δι’ αὐτοῦ καὶ τὴν ὑπόστασιν ἐξελέγχομεν τοῦ προφήτου. τὸ ὅμοιον ἐπὶ πολλῶν δυ- “νάμεθα ἀποδεῖξαι, καὶ εἰ θαρροῦσιν, ὑπομεινάτω- “σαν τὸν ἔλεγχον.”

πάλιν τε αὖ ἐν ἑτέρῳ τοῦ συγγράμματος περὶ ὧν αὐχοῦσι προφητῶν ἐπιλέγει ταῦτα “ἐὰν ἀρνῶνται δῶρα τοὺς προφήτας αὐτῶν εἰληφέναι, τοῦτο ὁμολογησάτωσαν, ὅτι ἐὰν “ἐλεγχθῶσιν εἰληφότες, οὐκ εἰσὶ προφῆται, καὶ μυρίας ἀποδείξεις τούτων παραστήσομεν. ἀναγκαῖον “δέ ἐστι πάντας καρποὺς δοκιμάζεσθαι προφήτης, εἰπέ μοι, βάπτεται; προφήτης στιβίζε- [*](9 Matth. 7, 20.)

v.4.p.224
“ται; προφήτης φιλοκοσμεῖ; προφήτης τάβλαις “κύβοις παίζει; προφήτης δανείζει; ταῦτα ὁμολογη- “σάτωσαν πότερον ἔξεστιν ἢ μὴ, ἐγὼ δὲ ὅτι γέγονε “παρ᾿ αὐτοῖς δείξω.’’

ὁ δ’ αὐτὸς οὗτος κατὰ τὸ αὐτὸ σύγγραμμα ἱστορεῖ ὡς ἄρα τεσσαρακοστὸν ἐτύγχανεν ἔτος ἐπὶ τὴν τοῦ συγγράμματος αὐτοῦ γραφὴν, ἐξ οὗ τῷ προσποιήτῳ αὐτοῦ προφητείᾳ ὁ Μοντανὸς ἐπικεχείρηκε.

καὶ πάλιν φησὶν ὡς ἄρα Ζωτικὸς, οὗ καὶ ὁ πρότερος συγγραφεὺς ἐμνημόνευσεν, ἐν Πεπούζοις προφητεύειν δὴ προσποιουμένης τῆς Μαξιμίλλης ἐπιστὰς διελέγξαι τὸ ἐνεργοῦν ἐν αὐτῇ πνεῦμα πεπείραται, ἐκωλύθη γε μὴν πρὸς τῶν τὰ ἐκείνης φρονούντων. καὶ Θρασέα δέ τινος τῶν τότε μαρτύρων μνημονεύει.

ἔτι δὲ ὡς ἐκ παραδόσεως τὸν σωτῆρά φησι προστεταχέναι τοῖς αὐτοῦ ἀποστόλοις, ἐπὶ δώδεκα ἔτεσι μὴ χωρισθῆναι τῆς Ἰερουσαλήμ. κέχρηται δὲ καὶ μαρτυρίαις ἀπὸ τῆς Ἰωάννου ἀποκαλύψεως, καὶ νεκρὸν δὲ δυνάμει θείᾳ πρὸς αὐτοῦ Ἰωάννου ἐν τῇ Ἐφέσω ἐγηγέρθαι ἱστορεῖ. καὶ ἄλλα τινά φησι, δι’ ὧν ἱκανῶς τῆς προειρημένης αἱρέσεως πληρέστατα διηύθυνε τὴν πλάνην. ταῦτα καὶ ὁ Ἀπολλώνιος.