Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 24] Ἐν τούτῳ δὲ τῷ συγγράμματι καὶ Μιλτιάδου συγγραφέως μέμνηται, ὡς λόγον τινὰ καὶ αὐτοῦ κατὰ τῆς προειρημένης αἱρέσεως γεγραφότος. παραθἑμενος γοῦν αὐτῶν λέξεις τινὰς ἐπιφέρει λέγων “ταῦτα εὑρὼν ἔν τινι συγγράμ- “ματι αὐτῶν ἐνισταμένων τῷ Μιλτιάδου τοῦ ἀδελ- “φοῦ συγγράμματι, ἐν ᾧ ἀποδείκνυσι περὶ τοῦ μὴ “δεῖς προφήτην ἐν ἐκστάσει λαλεῖν, ἐπετεμόμην.”

ὑποκαταβὰς δὲ ἐν αὐτῷ τοὺς κατὰ τὴν καινὴν διαθήκην προπεφητευκότας καταλέγει, ἐν οἷς καταριθμεῖ Ἀμμίαν τινὰ καὶ Κοδρᾶτον, λέγων οὕτως “ἀλλ᾿ ὅ γε ψευδοπροφήτης ἐν παρεκστάσει, ᾧ ἕπεται “ἄδεια καὶ ἀφοβία, ἀρχόμενος μὲν ἐξ ἑκουσίου ἀμα- “θίας, καταστρέφων δὲ εἰς ἀκούσιον μανίαν ψυχῆς, “ὡς προείρηται.

τοῦτον δὲ τὸν τρόπον οὔτε τινὰ “τῶν κατὰ τὴν παλαιὰν, οὕτε τῶν κατὰ τὴν καινὴν “πνευματοφορηθέντα προφήτην δεῖξαι δυνήσονται, “οὔτε Ἄγαβον, οὔτε Ἰούδαν, οὔτε Σίλαν, οὔτε τὰς “Φιλίππου θυγατέρας, οὔτε τὴν ἐν Φιλαδελφείᾳ Ἀμ- “μίαν, οὔτε Κοδρᾶτον, οὔτε γε δή τινας ἄλλους μη- “δὲν αὐτοῖς προσήκοντας καυχήσονται.”

καὶ αὖθις δὲ μετὰ βραχέα ταῦτά φησιν “εἰ γὰρ μετὰ “Κοδρᾶτον καὶ τὴν ἐν Φιλαδελφείᾳ Ἀμμίαν, ὥς φα- “σιν, αἱ περὶ Μοντανὸν διεδεξαντο γυναῖκες τὸ προ- “φητικὸν χάρισμα, τοὺς ἀπὸ Μοντανοῦ καὶ τῶν γυ- “ναικῶν τίνες παρ᾿ αὐτοῖς διεδέξαντο δειξάτωσαν· “δεῖν γὰρ εἶναι τὸ προφητικὸν χάρισμα ἐν πάσῃ τῇ

v.4.p.221
“ἐκκλησίᾳ μέχρι τῆς τελείας παρουσίας ὁ ἀπόστολος “ἀξιοῖ· ἀλλ’ οὐκ ἂν ἔχοιεν δεῖξαι “τον ἤδη που τοῦτο ἔτος ἀπὸ τῆς Μαξιμίλλης “τῆς.”

οὗτος μὲν δὴ τοσαῦτα. ὅ γέ τοι πρὸς δεδηλωμένος Μιλτιάδης καὶ ἄλλας ἡμῖν τῆς ἰδίας περὶ τὰ θεῖα λόγια σπουδῆς μνήμας καταλέλοιπεν, ἔν τε οἷς πρὸς Ἕλληνας συνέταξε λόγοις καὶ τοῖς πρὸς Ἰουδαίους, ἑκατέρᾳ ἰδίως ὑποθέσει ἐν δυσὶν ὑπαντήσας συγγράμμασιν. ἔτι δὲ καὶ πρὸς τοὺς κοσμικοὺς ἄρχοντας ὑπὲρ ἧς μετῄει φιλοσοφίας πεποίῃται ἀπολογίαν.