Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καὶ γὰρ τῶν ἄλλων “αἱρέσεών τινες πλείστους ὅσους ἔχουσι μάρτυρας, “καὶ οὐ παρὰ τοῦτο δήπου συγκαταθησόμεθα, οὐδὲ “ἀλήθειαν ἔχειν αὐτοὺς ὁμολογήσομεν. καὶ πρῶτοί “γε οἱ ἀπὸ τῆς Μαρκίωνος αἱρέσεως Μαρκιωνισταὶ “καλούμενοι πλείστους ὅσους ἔχειν Χριστοῦ μάρτυ- “ρας λέγουσιν, ἀλλὰ τόν γε Χριστὸν αὐτὸν κατ᾿ ἀλήθειαν οὐχ ὁμολογοῦσι.” καὶ μετὰ βραχέα τούτοις ἐπιφέρει λέγων

“ὅθεν τοι καὶ ἐπειδὰν οἱ ἐπὶ τὸ “τῆς κατ᾿ ἀλήθειαν πίστεως μαρτύριον κληθέντες “ἀπὸ τῆς ἐκκλησίας τύχωσι μετά τινων τῶν ἀπὸ τῆς “τῶν Φρυγῶν αἱρέσεως λεγομένων μαρτύρων, δια- “φέρονταί τε πρὸς αὐτοὺς καὶ μὴ κοινωνήσαντες αὐ- “τοῖς τελειοῦνται, διὰ τὸ μὴ βούλεσθαι συγκαταθέ-

v.4.p.220
“συαι τῷ διὰ Μοντανοῦ καὶ τῶν γυναικῶν πνεύ- “ματι. καὶ ὅτι τοῦτο ἀληθὲς καὶ ἐπὶ τῶν ἡμετέρων “χρόνων ἐν Ἀπαμείᾳ τῇ πρὸς Μαιάνδρῳ τυγχάνει “γεγενημένον ἐν τοῖς περὶ Γάϊον καὶ Ἀλέξανδρον “ἀπὸ Εὐμενείας μαρτυρήσασι πρόδηλον.”