Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καὶ τὰ μὲν ἀπ’ ἐκείνων τοιαύτην “εἶχε τὴν ποικιλίαν, τὰ δὲ καθ’ ἡμᾶς ἐν μεγάλῳ “καθειστήκει πένθει, διὰ τὸ μὴ δύνασθαι τὰ σώματα “κρύψαι τῇ γῇ. οὔτε γὰρ νὺξ συνεβάλλετο ἡμῖν πρὸς “τοῦτο οὔτε ἀργύρια ἔπειθεν οὔτε λιτανεία ἐδυσώπει, “παντὶ δὲ τρόπῳ παρετήρουν, ὡς μέγα τι κερδανουντες, “εἰ μὴ τύχοιεν ταφῆς.”

τούτοις ἑξῆς “μεθ’ ἕτερά φασι “τὰ οὖν σώματα τῶν μαρτύρων “παραδειγματισθέντα καὶ αἰθαλωθέντα ἐπὶ “ἡμέρας ἓξ, μετέπειτα καέντα καὶ αἰθαλωθέντα ὑπὸ “τῶν ἀνόμων κατεσαρώθη εἰς τὸν Ῥοδανὸν ποταμὸν “πλησίον παραρρέοντα, ὅπως μηδὲ λείψανον αὐτῶν “φαίνηται ἐπὶ τῆς γῆς ἔτι.

καὶ ταῦτ’ ἔπραττον “ὡς δυνάμενοι νικῆσαι τὸν θεὸν καὶ ἀφελέσθαι αὐτῶν “τῶν τὴν παλιγγενεσίαν, ἔνα, ὡς ἔλεγον ἐκεῖνοι, “μηδὲ ἐλπίδα σχῶσιν ἀναστάσεως, ἐφ’ ᾗ πεποιθότες

v.4.p.198
“ξένην τινὰ καὶ καινὴν ἡμῖν εἰσάγουσι θρησκείαν, “καὶ καταφρονοῦσι τῶν δεινῶν, ἕτοιμοι καὶ “χαρᾶς ἥκοντες ἐπὶ τὸν θάνατον· νῦν ἴδωμεν εἰ ἀναστήσονται, “καὶ εἰ δύναται βοηθῆσαι αὐτοῖς ὁ θεὸς αὐτῶν, καὶ ἐξελέσθαι ἐκ τῶν χειρῶν ἡμῶν.”

[Nic. H. E. IV, 18] Τοιαῦτα καὶ τὰ κατὰ τὸν δεδηλωμένον αὐτοκράτορα ταῖς Χριστοῦ συμβέβηκεν ἐκκλησίαις, ἀφ’ ὧν καὶ τὰ ἐν ταῖς λοιπαῖς ἐπαρχίαις ἐνηργημένα εἰκότι λογισμῷ στοχάζεσθαι πάρεστιν. ἄξιον τούτοις ἐκ τῆς αὐτῆς ἐπισυνάψαι γραφῆς λέξεις ἑτέρας, δι’ ὧν καὶ τὸ ἐπιεικὲς καὶ φιλάνθρωπον τῶν δεδηλωμένων μαρτύρων ἀναγέγραπται τούτοις αὐτοῖς τοῖςρήμασιν

“οἳ καὶ ἐπὶ τοσοῦτον ζηλωταὶ καὶ μιμηταὶ Χριστοῦ ἐγένοντο, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ὥστε ἐν τοιαύτῃ δόξῃ ὑπάρχοντες, καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πολλάκις μαρτυρήσαντες, καὶ ἐκ θηρίων αὖθις ἀναληφθέντες, καὶ τὰ καυτήρια καὶ τοὺς μώλωπας καὶ τὰ τραύματα ἔχοντες περικείμενα, οὔτ’ αὐτοὶ μάρ- “τυρας ἑαυτοὺς ἀνεκήρυττον οὔτε μὴν ἡμῖν τούτῳ τῷ ὀνόματι προσαγορεύειν αὐτοὺς, ἀλλ’ εἴ ποτέ τις ἡμῶν δι’ ἐπιστολῆς ἢ διὰ λόγου μάρτυρας αὐτοὺς προσεῖπεν, ἐπέπλησσον πικρῶς.

ἡδέως γὰρ παρεχώρουν τὴν τῆς μαρτυρίας προσηγορίαν τῷ Χριστῷ, τῷ πιστῷ καὶ ἀληθινῷ μάρτυρι καὶ πρωτοτόκῳ τῶν νεκρῶν καὶ ἀρχηγῷ τῆς ζωῆς τοὐ θεοῦ, καὶ ἐπεμιμνήσγοντο τῶν ἐξεληλυθότων ἤδη μαρτύρων καὶ ἔλεγον ἐκεῖνοι ἤδη μάρτυρες, οὓς ἐν τῇ ὁμολογίᾳ Χριστὸς ἠξίωσεν ἀναληφθῆναι, ἐπι- σφραγισάμενος αὐτῶν διὰ τῆς ἐξόδου τὴν μαρτυ- [*](13 Phil. 2, 6.)

v.4.p.199
“ρίαν, ἡμεῖς δὲ ὁμόλογοι μέτριοι καὶ ταπεινοί. καὶ “μετὰ δακρύων παρεκάλουν τοὺς ἀδελφοὺς, δεόμενοι “ἵνα ἐκτενεῖς εὐχαὶ γίνωνται πρὸς τὸ τελειωθῆναι “αὐτούς.

καὶ τὴν μὲν δύναμιν τῆς μαρτυρίας ἔργῳ “ἐπεδείκνυντο, πολλὴν παρρησίαν ἄγοντες πρὸς πάντα “τὰ ἔθνη, καὶ τὴν εὐγένειαν διὰ τῆς ὑπομονῆς καὶ “ἀφοβίας καὶ ἀτρομίας φανερὰν ἐποίουν, τὴν δὲ πρὸς “τοὺς ἀδελφοὺς τῶν μαρτύρων προσηγορίαν παρῃτοῦντο, “ἐμπεπλησμένοι φόβου θεοὺ.”

καὶ αὖθις “μετὰ βραχέα φασίν “ἐταπείνουν ἑαυτοὺς ὑπὸ τὴν “κραταιὰν χεῖρα, ὑφ’ ἧς ἱκανῶς νῦν εἰσιν ὑψωμένοι. “τότε δὲ πάσι μὲν ἀπελογοῦντο, κατηγόρουν δὲ οὐδενὸς, “ἔλυον μὲν ἅπαντας, ἐδέσμευον δὲ οὐδένα, καὶ “ὑπὲρ τῶν τὰ δεινὰ διατιθέντων ηὔχοντο, καθάπερ “Στέφανος ὁ τέλειος μάρτυς ‘κύριε, μὴ στήσῃς αὐτοῖς “τὴν ἁμαρτίαν ταύτην.· εἰ δ’ ὑπὲρ ἰῶν λιθαζόντων “ἐδέετο, πόσῳ μᾶλλον ὑπὲρ τῶν ἀδελφῶν;

καὶ “αὖθίς φασι μεθ’ ἕτερα οὗτος γὰρ καὶ μέγιστος αὐτοῖς “πρὸς αὐτὸν ὁ πόλεμος έγἐνειο, διὰ τὸ γνήσιον “τῆς ἀγάπης, ἵνα ἀποπνιχθεὶς ὁ θὴρ, οὓς πρότερον “ᾤετο καταπεπωκέναι, ζῶντας ἐξεμέσῃ. οὐ γὰρ ἔλαβον “καύχημα κατὰ τῶν πεπτωκότων, ἀλλ’ ἐν οἷς “ἐπλεόναζον αὐτοὶ, τοῦτο τοῖς ἐνδεεστέροις ἐπήρκουν, “μητρικὰ σπλάγχνα ἔχοντες, καὶ πολλὰ περὶ αὐτῶν “ἐκχέοντες δάκρυα πρὸς τὸν πατέρα.

ζωὴν ἠτήσαντο, “καὶ ἔδωκεν αὐτοῖς, ἢν καὶ συνεμερίσαντο “τοῖς πλησίον. κατὰ πάντων νικηφόροι πρὸς θεὸν “ἀπελθόντες, εἰρήνην ἀγαπήσαντες ἀεὶ, καὶ εἰρήνην “ἀεὶ παρεγγυήσαντες, μετ’ ειρηνης ἐχώρησαν πρὸς “θεὸν, μὴ καταλιπόντες πόνον τῇ μητρὶ, μηδὲ στάσιν [*](10 I Petri 5, 6. 15 Act. 7, 60.)

v.4.p.200
“καὶ πόλεμον τοῖς ἀδελφοῖς, ἀλλὰ χαρὰν καὶ εἰρήνην “καὶ ὁμόνοιαν καὶ ἀγάπην.”

ταῦτα καὶ περὶ τῆς τῶν μακαρίων ἐκείνων πρὸς τοὺς παραπεπτωκότας τῶν ἀδελφῶν στοργῆς ὠφελίμως προσκείσθω, τῆς ἀπανθρώπου καὶ ἀνηλεοῦς ἕνεκα διαθέσεως τῶν μετὰ ταῦτα ἀφειδῶς τοῖς Χριστοῦ μέλεσι προσενηνεγμένων.

[Nic. H. E. IV, 18] Ἡ δ᾿ αὐτὴ τῶν προειρημένων μαρτύρων γραφὴ καὶ ἄλλην τινὰ μνήμης ἀξίαν ἱστορίαν περιέχει, ἣν καὶ οὐδεὶς ἂν γένοιτο φθόνος μὴ οὐχὶ τῶν ἐντευξομένων εἰς γνῶσιν προσθεῖναι. ἔχει δὲ οὕτως.

Ἀλκιβιάδου γάρ τινος ἐξ αὐτῶν, πάνυ αὐχμηρὸν βιοῦντος βίον, καὶ μηδενὸς ὅλως τὸ πρότερον μεταλαμβάνοντος, ἀλλ᾿ ἢ ἄρτῳ μόνῳ καὶ ὕδατι χρωμένου, πειρωμένου τε καὶ ἐν τῇ εἱρκτῇ οὕτω διάγειν, Ἀττάλῳ μετὰ τὸν πρῶτον ἀγῶνα, ὃν ἐν τῷ ἀμφιθεάτρῳ ἤνυσεν, ἀπεκαλύφθη, ὅτι μὴ καλῶς ποιοίη Ἀλκιβιάδης, μὴ χρώμενος τοῖς κτίσμασι τοὐ θεοῦ, καὶ ἄλλοις τύπον σκανδάλου ὑπολειπόμενος.

πεισθεὶς δὲ ὁ Ἀλκιβιάδης πάντων ἀνέδην μετελάμβανε, καὶ ηὐχαρίστει τῷ θεῷ. οὐ γὰρ ἀνεπίσκεπτοι χάριτος θεοῦ ἦσαν, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον ἦν σύμβουλον αὐτοῖς. καὶ ταῦτα μὲν ὁ δὶ ἐχέτω.

τῶν δ᾿ ἀμφὶ τὸν Μοντανὸν καὶ Ἀλκιβιάδην καὶ Θεόδοτον περὶ τὴν Φρυγίαν ἄρτι τότε πρῶτον τὴν περὶ τοῦ προφητεύειν ὑπόληψιν παρὰ πολλοῖς ἐκφερομένων (πλεπῖσται γὰρ οὖν καὶ ἄλλαι παραδοξοποιίαι τοῦ θείου χαρίσματος εἰσέτι τότε κατὰ διαφόρους ἐκκλησίας ἐκτελούμεναι πίστιν παρὰ πολλοῖς τοῦ κἀκείνους προφητεύειν παρεῖχον), καὶ δὴ διαφωνίας ὑπαρχούσης περὶ τῶν δεδηλωμένων, αὖθις οἱ κατὰ τὴν Γαλλίαν ἀδελφοὶ τὴν ἰδίαν κρίσιν καὶ περὶ τούτων

v.4.p.201
εὐλαβῆ καὶ ὀρθοδοξοτάτην ὑποτάττουσιν, ἐκθέμενοι καὶ τῶν παρ᾿ αὐτοῖς τελειωθέντων μαρτύρων διαφόρους ἐπιστολὰς, ἃς ἐν δεσμοῖς ἔτι ὑπάρχοντες τοῖς ἐπ᾿ Ἀσίας καὶ Φρυγίας ἀδελφοῖς διεχάραξαν, οὐ μὴν ἀλλὰ καὶ Ἐλευθέρῳ τῷ τότε ῾Ρωμαίων ἐπισκόπῳ, τῆς τῶν ἐκκλησιῶν εἰρήνης ἕνεκεν πρεσβεύοντες.

[Nic. H.E. IV, 13-15] Οἱ δ᾿ αὐτοὶ μάρτυρες καὶ τὸν Εἰρήναιον, πρεσβύτερον ἤδη τότ᾿ ὄντα τῆς ἐν Λουγδούνῳ παροικίας , τῷ δηλωθέντι κατὰ ῾Ρώμην ἐπισκόπῳ συνίστων, πλεῖστα τῷ ἀνδρὶ μαρτυροῦντες, ὡς αἱ τοῦτον ἔχουσαι τὸν τρόπον δηλοῦσι φωναί

“χαίρειν ἐν θεῷ σε ἐν πᾶσιν εὐχόμεθα καὶ ἀεὶ, πάτερ “Ἐλεύθερε. ταῦτά σοι τὰ γράμματα προετρεψάμεθα “τὸν ἀδελφὸν ἡμῶν καὶ κοινωνὸν Εἰρηναῖον διακομίσαι, καὶ παρακαλοῦμεν ἔχειν σε αὐτὸν ἐν παραθέ- “σεῖ, ζηλωτὴν ὄντα τῆς διαθήκης Χριστοῦ. εἰ γὰρ “ᾔδειμεν, τόπον τινὶ δικαιοσύνην περιποιεῖσθαι, ὡς “πρεσβύτερον ἐκκλησίας, ὅπερ ἐστὶν ἐπ᾿ αὐτῷ, ἐν “πρώτοις ἂν παρεθέμεθα.”

τί δεῖ καταλέγειν τὸν ἐν τῇ δηλωθείσῃ γραφῇ τῶν μαρτύρων κατάλογον, ἰδίᾳ μὲν τῶν ἀποτμήσει κεφαλῆς τετελειωμένων, ἰδίᾳ δὲ τῶν θηρσὶν εἰς βορὰν παραβεβλημένων, καὶ αὖθις τῶν ἐπὶ τῆς εἱρκτῆς κεκοιμημένων, τόν τε ἀριθμὸν τῶν εἰσέτι τότε περιόντων ὁμολογητῶν; ὅτῳ γὰρ φίλον, καὶ ταῦτα ῥᾴδιον πληρέστατα διαγνῶναι μετὰ χεῖρας ἀναλαβόντι τὸ σύγγραμμα, ὃ καὶ αὐτὸ τῇ τῶν μαρτυρίων ουναγωγῇ πρὸς ἡμῶν, ὡς γοῦν ἔφην, κατείλεκται. ἀλλὰ τὰ μὲν ἐπ᾿ Ἀντωνίνου τοιαῦτα.

[Nic. H. E. ΙV, 12] Τούτου δὴ ἀδελφὸν Μάρ- κον Αὐρήλιον Καίσαρα λόγος ἔχει Γερμανοῖς καὶ Σαρ- μάταις ἀντιπαραταττόμενον μάχῃ δίψει πιεζομἐνης αὐτοῦ τῆς στρατιᾶς ἐν ἀμηχανίᾳ γενέοθαι, τοὺς δὲ

v.4.p.202
ἐπὶ τῆς Μελιτηνῆς οὕτω καλουμένης λεγεῶνος στρατιώτας διὰ πίστεως ἐξ ἐκείνου καὶ εἰς δεῦρο συνεστώσης ἐν τῇ πρὸς τοὺς πολεμίους παρατάξει γόνυ θέντας ἐπὶ γῆν κατὰ τὸ οἰκεῖον ἡμῖν τῶν εὐχῶν ἔθος ἐπὶ τὰς πρὸς θεὸν ἱκεσίας τραπέσθαι.

παραδόξου δὲ τοῖς πολεμίοις τοὐ τοιούτου δὴ θεάματος φανέντος ἄλλο τι λόγος ἔχει παραδοξότερον ἐπικαταλαβεῖν αὐτίκα· σκηπτὸν μὲν εἰς φυγὴν καὶ ἀπώλειαν συνελαύνοντα τοὺς πολεμίους, ὄμβρον δὲ ἐπὶ τὴν τῶν τὸ θεῖον παρακεκληκότων στρατιὰν, πᾶσαν αὐτὴν ἐκ τοῦ δίψους μέλλουσαν ὅσον οὔπω διαφθείρεσθαι ἀνακτώμενον.