Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

τὸ γὰρ “νενικῆσθαι αὐτοὺς οὐκ ἐδυσώπει, διὰ τὸ μὴ ἔχειν “ἀνθρώπινον ἐπιλογισμὸν, μᾶλλον δὲ καὶ ἐξέκαιεν “αὐτῶν τὴν ὀργὴν καθάπερ θηρίου, καὶ τοῦ ἡγεμό- “νος καὶ τοῦ δήμου τὸ ὅμοιον εἰς ἡμᾶς ἄδικον ἐπι- “δεικνυμένων μῖσος, ἵνα ἡ γραφὴ πληρωθῇ ῾ὁ ἄνο- “μος ἀνομησάτω ἔτι, καὶ ὁ δίκαιος δικαιωθήτω ἔτι.᾿ [*](29 Dan. 4,2,10. Apoc. 22, 11.)

v.4.p.197

καὶ γὰρ τοὺς ἐναποπνιγέντας ἐν τῇ εἱρκτῇ παρέβαλλον “κυσὶν, ἐπιμελῶς παραφυλάσσοντες νύκτωρ “καὶ μεθ’ ἡμέραν, μὴ κηδευθῇ τις ὑφ’ ἡμῶν, καὶ “τότε δὴ προθέντες τά τε τῶν θηρίων τά τε τοῦ “πυρὸς λείψανα, τῇ μὲν ἐσπαραγμένα , πῆ δὲ ἠν— “θρακευμἐνα, καὶ τῶν λοιπῶν τὰς κεφαλὰς σὺν τοῖς “ἀποτμήμασιν αὐτῶν ὡσαύτως ἀτάφους παρεφύλαττον “μετὰ στρατιωτικῆς ἐπιμελείας ἡμέραις συχναῖς. “

καὶ οἱ μὲν ἐνεβριμῶντο καὶ ἔβρυχον τοὺς ὀδόντας “ἐπ’ αὐτοῖς, ζητοῦντές τινα περισσοτέραν ἐκδίκησιν “παρ’ αὐτῶν λαβεῖν, οἱ δὲ ἐνεγέλων καὶ ἐπετώθαζον, “μεγαλύνοντες ἅμα τὰ εἴδωλα αὐτῶν, καὶ ἐκείνοις “προσάπτοντες τὴν τούτων τιμωρίαν, οἱ δὲ ἐπιεικέστεροι “καὶ κατὰ ποσὸν συμπαθεῖν δοκοῦντες ὡνείδιζον “πολὺ λέγοντες ποῦ ὁ θεὸς αὐτῶν, καὶ τί αὐτοὺς “τοὺς ὤνησεν ἡ θρησκεία, ἣν καὶ πρὸ τῆς ἑαυτῶν “εἵλοντο ψυχῆς;