Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ὅθεν δὴ καὶ φιλονεικία μεγάλη τοῦ “τε ἡγεμόνος καὶ τῶν βασανιστῶν ἐγένετο πρὸς αὐ- “τὸν, ὥστε ὁπότε μηκέτι μηδὲν εἶχον ὃ ποιήσουσιν “αὐτῷ, τὸ τελευταῖον χαλκᾶς λεπίδας διαπύρους “προσεκόλλων τοῖς τρυφερωτάτοις μέλεσι τοῦ σώμα- “τος αὐτοῦ.

καὶ ταῦτα μὲν ἐκαίετο, αὐτὸς δὲ πα- “ρέμενεν ἀνεπίκαμπτος καὶ ἀνένδοτος, στερρὸς πρὸς “τὴν ὁμολογίαν, ὑπὸ τῆς οὐρανίου πηγῆς τοῦ ὕδα- “τος τῆς ζωῆς τοῦ ἐξιόντος ἐκ τῆς νηδύος τοῦ Χρι- “στοῦ δροσιζόμενος καὶ ἐνδυναμούμενος.

τὸ δὲ “σωμάτιον μάρτυς ἦν τῶν συμβεβηκότων, ὅλον τραῦμα “καὶ μώλωψ καὶ συνεσπασμένον καὶ ἀποβεβληκὸς τὴν “ἀνθρώπειον ἔξωθεν μορφὴν, ἐν ᾧ πάσχων Χριστὸς “μεγάλας ἐπετέλει δόξας, καταργῶν τὸν ἀντικείμε- “νον, καὶ εἰς τὴν τῶν λοιπῶν ὑποτύπωσιν ὑποδει- “κνύων ὅτι μηδὲν φοβερὸν ὅπου πατρὸς ἀγάπη, μηδὲ “ἀλγεινὸν ὅπου Χριστοῦ δόξα.

τῶν γὰρ ἀνόμων “μεθ᾿ ἡμέρας πάλιν στρεβλούντων τὸν μάρτυρα, καὶ “νομιζόντων ὅτι οἰδούντων καὶ φλεγμαινόντων τῶν “σωμάτων εἰ τὰ αὐτὰ προσενέγκοιεν κολαστήρια, πε- “ριέσοιντο αὐτοῦ, ὁπότε οὐδὲ τὴν ἀπὸ τῶν χειρῶν “ἁφὴν ἠνείχετο, ἢ ὅτι ἐναποθανὼν ταῖς βασάνοις “φόβον ἐμποιήσειε τοῖς λοιποῖς, οὐ μόνον οὐδὲν περὶ “αὐτὸν τοιοῦτο συνέβη, ἀλλὰ καὶ παρὰ πᾶσαν δόξαν “ἀνθρώπων ἀνέκυψε καὶ ἀνωρθώθη τὸ σωμάτιον ἐν “ταῖς μετέπειτα βασάνοις, καὶ τὴν ἰδέαν ἀπέλαβε

v.4.p.189
“τὴν προτέραν καὶ τὴν χρῆσιν τῶν μελῶν, ὥστε μὴ “κόλασιν, ἀλλ᾿ ἴασιν διὰ τῆς χάριτος τοῦ Χριστοῦ “τὴν δευτέραν στρέβλωσιν αὐτῷ γενέσθαι.

καὶ “Βιβλιάδα δέ τινα, μίαν τῶν ἠρνημένων, ἤδη δοκῶν “ὁ διάβολος καταπεπωκέναι, θελήσας δὲ καὶ διὰ “βλασφημίας κατακρῖναι, ἦγεν ἐπὶ κόλασιν, ἀναγκά- “ζων εἰπεῖν τὰ ἄθεα περὶ ἡμῶν, ὡς εὔθραυστον ἤδη “καὶ ἄνανδρον.

ἡ δὲ ἐν τῇ στρεβλώσει ἀνένηψε, “καὶ ὡσὰν εἰπεῖν ἐκ βαθέος ὕπνου ἀνεγρηγόρησεν, “ὑπομνησθεῖσα διὰ τῆς προσκαίρου τιμωρίας τὴν αἰ- “ώνιον ἐν γεέννῃ κόλασιν, καὶ ἐξ ἐναντίας ἀντεῖπε “τοῖς βλασφήμοις φήσασα ῾πῶς ἂν παιδία φάγοιεν οἱ “τοιοῦτοι, οἶς μηδὲ ἀλόγων ζῴων αἷμα φαγεῖν ἐξόν;᾿ “καὶ ἀπὸ τοῦδε Χριστιανὴν ἑαυτὴν ὡμολόγει, καὶ ἐν “τῷ κλήρῳ τῶν μαρτύρων προσετέθη.

καταργη- “θέντων δὲ τῶν τυραννικῶν κολαστηρίων ὑπὸ τοῦ “Χριστοῦ διὰ τῆς τῶν μακαρίων ὑπομονῆς, ἑτέρας μη- “χανὰς ὁ διάβολος ἐπενόει, τὰς κατὰ τὴν εἱρκτὴν ἐν τῷ “σκότει καὶ τῷ χαλεπωτάτῳ χωρίῳ συγκλείσεις, καὶ “τὰς ἐν τῷ ξύλῳ διατάσεις τῶν ποδῶν, ἐπὶ πέμπτον “διατεινομένων τρύπημα, καὶ τὰς λοιπὰς αἰκίας, ὅσας “εἰώθασιν ὀργιζόμενοι ὑπουργοὶ, καὶ ταῦτα διαβόλου “πλήρεις, διατιθέναι τοὺς ἐγκλειομένους, ὥστε ἀπο- “πνιγῆναι τοὺς πλείστους ἐν τῇ εἱρκτῇ, ὅσους γε ὁ “κύριος οὕτως ἐξελθεῖν ἠθέλησεν, ἐπιδεικνύων τὴν “αὐτοῦ δόξαν.

οἱ μὲν γὰρ βασανισθέντες πικρῶς, “ὥστε δοκεῖν μηδὲ τῆς θεραπείας πάσης τυχόντας “ἔτι ζήσαι δύνασθαι, παρέμενον ἐν τῇ εἱρκτῇ ἔρημοι “μὲν τῆς παρὰ ἀνθρώπων ἐπιμελείας, ἀναρρωννύ- “μενοι δὲ ὑπὸ κυρίου καὶ ἐνδυναμούμενοι καὶ σώ- “ματι καὶ ψυχῇ, καὶ τοὺς λοιποὺς παρορμῶντες καὶ “παραμυθούμενοι. οἱ δὲ νεαροὶ καὶ ἄρτι συνειλημ-

v.4.p.190
“μένοι, ὧν μὴ προκατῄκιστο τὰ σώματα, τὸ βάρος “ οὐκ ἔφερον τῆς συγκλείσεως, ἀλλ’ ἔνδον ἐναπέθνησκον.

ὁ δὲ μακάριος Ποθεινὸς, ὁ τὴν διακο- ‘νίαν τῆς ἐπισκοπῆς ἐν Λουγδούνῳ πεπιστευμένος, “ὑπὲρ ὑπὲρ τὰ ἐνενήκοντα ἔτη τῆς ἡλικίας γεγονὼς, καὶ “πάνυ ἀσθενὴς τῷ σώματι, μόλις μὲν ἐμπνέων διὰ τὴν προκειμένην σωματικὴν ἀσθένειαν, ὑπὸ δὲ προθυμίας πνεύματος ἀναρρωννύμενος διὰ τὴν ἐγκειμένην τῆς μαρτυρίας ἐπιθυμίαν, καὶ αὐτὸς ἐπὶ τὸ “βῆμα ἐσύρετο, τοῦ μὲν σώματος καὶ ὑπὸ τοῦ γήρως καὶ ὑπὸ τῆς νόσου λελυμένου, τηρουμένης δὲ τῆς “ψυχῆς ἐν αὐτῷ, ἵνα δι’ αὐτῆς Χριστὸς θριαμβεύσῃ.

ὃς ὑπὸ τῶν στρατιωτῶν ἐπὶ τὸ βῆμα κομισθεὶς, παραπεμπόντων αὐτὸν τῶν πολιτικῶν ἐξουσιῶν καὶ “παντὸς τοῦ πλήθους, ἐπιβοήσεις παντοίας ποιουμένων, ὡς αὐτοῦ ὄντος τοῦ κυρίου, ἀπεδίδου τὴν καλὴν μαρτυρίαν.

ἀνεταζόμενος δὲ ὑπὸ τοῦ ἡγεμόνος τίς εἴη Χριστιανῶν ὁ θεὸς, ἔφη ῾ ἐὰν ᾖς ἄξιος, γνώσῃ.’ ἐντεῦθεν δὴ ἀφειδῶς ἐσύρετο, καὶ “ποικίλας ἔπασχε πληγὰς, τῶν μὲν σύνεγγυς χερσὶ καὶ ποσὶν ἐνυβριζόντων παντοίως, μηδὲ τὴν ἡλικίαν αἰδουμένων αὐτοῦ, τῶν δὲ μακρὰν, ὃ μετὰ χεῖρας ἕκαστος εἶχεν, εἰς αὐτὸν ἀκοντιζόντων, πάντων δὲ ἡγουμένων μεγάλως πλημμελεῖν καὶ ἀσεβεῖν, εἴ τις ἀπολειφθείη τῆς εἰς αὐτὸν ἀσελγείας· καὶ γὰρ τοὺς θεοὺς ἑαυτῶν ᾤοντο οὕτως ἐκδικήσειν. καὶ μόγις ἐμπνέων ἐρρίφη εἰς τὴν εἱρκτὴν, καὶ μετὰ δύο ἡμέρας ἀπέψυξεν.

ἐνταῦθα δὴ μεγάλη τις οἰκονομία τοῦ θεοῦ ἐγίνετο, καὶ ἔλεος ἀμέτρητον “ἀνεφαίνετο Ἰησοῦ, σπανίως μὲν ἐν τῇ ἀδελφότητι γεγονὸς, μὴ ἀπολειπόμενον δὲ τῆς τέχνης τοῦ Χριστοῦ.

οἱ γὰρ κατὰ τὴν πρώτην σύλληψιν ἔξαρνοι

v.4.p.191
“γενόμενοι συνεκλείοντο καὶ αὐτοὶ καὶ μετεῖχον τῶν “δεινῶν· οὐδὲ γὰρ ἐν τῷ καιρῷ τούτ’ ᾦ ὄφελός τι αὐ- “τοῖς ἡ ἐξάρνησις ἐγίνετο· ἀλλ’ οἶ μὲν ὁμολογοῦντες “ὅ καὶ ἦσαν, συνεκλείοντο ὡς Χριστιανοὶ, μηδεμιᾶς “ἄλλης αὐτοῖς αἰτίας ἐπιφερομένης, οὗτοι δὲ λοιπὸν ὡς ἀνδροφόνοι καὶ μιαροὶ κατείχοντο, διπλότερον “παρὰ τοὺς λοιποὺς κολαζόμενοι.

ἐκείνους μὲν “γὰρ ἐπεκούφιζεν ἡ χαρὰ τῆς μαρτυρίας, καὶ ἡ ἐλ- “πὶς τῶν ἐπηγγελμένων, καὶ ἡ πρὸς τὸν Χριστὸν “ἀγάπη, καὶ τὸ πνεῦμα τὸ πατρικὸν, τούτους δὲ τὸ “συνειδὸς μεγάλως ἐτιμωρεῖτο, ὥστε καὶ παρὰ τοῖς “λοιποῖς ἅπασι κατὰ τὰς παρόδους διαδήλους τὰς “ὄψεις αὐτῶν εἶναι.

οἶ μὲν γὰρ ἱλαροὶ προῄεσαν, “δόξης καὶ χάριτος πολλῆς ταῖς ὄψεσιν αὐτῶν συγκε- “κραμένης, ὥστε καὶ τὰ δεσμὰ κόσμον εὐπρεπῆ πε- “ρικεῖσθαι αὐτοῖς, ὡς νύμφῃ κεκοσμημένῃ ἐν “σωτοῖς χρυσοῖς πεποικιλμένοις, τὴν εὐωδίαν ὀδω- “δότες ἅμα τὴν Χριστοῦ, ὥστε ἐνίους δόξαι καὶ μύρῳ “κοσμικῷ κεχρῖσθαι αὐτούς· οἶ δὲ κατηφεῖς καὶ τα- “πεινοὶ καὶ δυσειδεῖς καὶ πάσης ἀσχημοσύνης ἀνά- “πλεοι, προσέτι δὲ καὶ ὑπὸ τῶν ἐθνῶν ὀνειδιζόμε- “νοι ὡς ἀγεννεῖς καὶ ἄνανδροι, ἀνδροφόνων μὲν ἐγ- “κλήματα ἔχοντες, ἀπολωλεκότες δὲ τὴν πάντιμον “καὶ ἔνδοξον καὶ ζωοποιὸν προσηγορίαν. ταῦτα δὲ “οἱ λοιποὶ θεωροῦντες ἐστηρίχθησαν, καὶ οἱ συλλαμ- “ βανόμενοι ἀδιστάκτως ὡμολόγουν, μηδὲ ἔννοιαν “ἔχοντες διαβολικοῦ λογισμοῦ.”

τούτοις μεταξύ τινα ἐπειπόντες αὖθις ἐπιφέρουσι· “μετὰ ταῦτα “λοιπὸν εἰς πᾶν εἶδος διῃρεῖτο τὰ μαρτύρια τῆς ἐξό- “δου αὐτῶν. ἐκ διαφόρων γὰρ χρωμάτων καὶ παν- “τοίων ἀνθῶν ἔνα πλέξαντες στέφανον προσήνεγκαν “τῷ πατρί. ἐχρῆν γοῦν τοὺς γενναίους ἀθλητὰς,

v.4.p.192
“ποικίλον ὑπομείναντας ἀγῶνα καὶ μεγάλως νική- “σαντας, ἀπολαβεῖν τὸν μέγαν τῆς ἀφθαρσίας στέ- “φανον.

ὁ μὲν οὖν Μάτουρος καὶ ὁ Σάγκτος καὶ “ἡ Βλανδῖνα καὶ Ἄτταλος ἤγοντο ἐπὶ τὰ θηρία εἰς τὸ “δημόσιον καὶ εἰς τὸ κοινὸν τῶν ἐθνῶν τῆς “πίας θέαμα, ἐπίτηδες τῆς τῶν θηριομαχιῶν ἡμέρας “διὰ τοὺς ἡμετέρους διδομένης.

καὶ ὁ μὲν “ρος καὶ ὁ Σάγκτος αὖθις διῄεσαν ἐν τῷ “διὰ πάσης κολάσεως, ὡς μηδὲν ὅλως “τες, μᾶλλον δὲ ὡς διὰ πλειόνων ἤδη κλήρων ἐκβε- “βιακότες τὸν ἀντίπαλον, καὶ περὶ τοῦ στεφάνου “τοῦ τὸν ἀγῶνα ἔχοντες, ὑπέφερον πάλιν τὰς “δους τῶν μαστίγων τὰς ἐκεῖσε εἰθισμένας, καὶ ἄπο τῶν θηρίων ἑλκηθμοὺς, καὶ πάνθ’ ὅσα μαινό- “μενος ὁ δῆμος ἄλλοι ἀλλαχόθεν ἐπεβόων καὶ ἐπεκε- λεύοντο, καὶ ἐπὶ πᾶσι τὴν σιδηρᾶν καθέδραν, ἐφ’ “ ἧς τηγανιζόμενα τὰ σώματα κνίσης αὐτοὺς ἐνεφόρει. “

οἶ δ’ οὐδ’ οὕτως ἔληγον, ἀλλ’ ἔτι καὶ μᾶλλον “ ἐξεμαίνοντο, βουλόμενοι νικῆσαι τὴν ἐκείνων ὑπο- “μονήν. καὶ οὐδ’ ὣς παρὰ Σάγκτου ἕτερόν τι ἤκου- “σαν παρ’ ἣν ἀπ’ ἀρχῆς εἴθιστο λέγειντῆς “φωνήν.

οὗτοι μὲν οὖν, δι’ ἀγῶνος μεγάλου ἐπι- “πολὺ παραμενούσης αὐτῶν τῆς ψυχῆς, τοὔσχατον ‘ ἐτύθησαν διὰ τῆς ἡμέρας ἐκείνης, ἀντὶ πάσης τῆς “ἐν τοῖς μονομαχίοις ποικιλίας αὐτοὶ θέαμα “νοι τῷ κόσμῳ.