Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. III, 27] “Μινουκίῳ Φουνδανῷ. “ἐπιστολὴν ἐδεξάμην γραφεῖσάν μοι ἀπὸ Σερεννίου “Γρανιανοῦ, λαμπροτάτου ἀνδρὸς, ὅντινα σὺ διεδέξω. “οὐ δοκεῖ μοι οὖν τὸ πρᾶγμα ἀζήτητον καταλιπεῖν, “ἵνα μήτε οἱ ἄνθρωποι ταράττωνται καὶ τοῖς συκο- “φάνταις χορηγία κακουργίας παρασχεθῇ.

εἰ οὖν “σαφῶς εἰς ταύτην τὴν ἀξίωσιν οἱ ἐπαρχιῶται δύ- “νανται διισχυρίζεσθαι κατὰ τῶν Χριστιανῶν, ὡς “καὶ πρὸ βήματος ἀποκρίνασθαι, ἐπὶ τοῦτο μόνον “τραπῶσιν, ἀλλ᾿ οὐκ ἀξιώσεσιν οὐδὲ μόναις βοαῖς. “πολλῷ γὰρ μᾶλλον προσῆκεν, εἴ τις κατηγορεῖν βού- “λοιτο, τοῦτό σε διαγινώσκειν.

εἴ τις οὖν κατη- “γορεῖ καὶ δείκνυσί τι παρὰ τοὺς νόμους πράττον- [*](6 Iustin. Apol. I. c. 68. 19 Σερεννίου] Ἑρεννίου Zon. Ann. XI, 24.)

v.4.p.147
τας, οὕτως ὅριζε κατὰ τὴν δύναμιν τοῦ ἁμαρτήματος· ὡς μὰ τὸν Ἡρακλέα εἴ τις συκοφαντίας χάριν τοῦτο προτείνοι 5 διαλάμβανε ὑπὲρ τῆς δεινότητος , καὶ “φρόντιζε ὅπως ἂν ἐκδικήσειας.’’ καὶ τὰ μὲν τῆς Ἀδριανοῦ ἀντιγραφῆς τοιαῦτα.

[Nic. H. E. III, 25] Τούτου δὲ τὸ χρεὼν μετὰ πρῶτον καὶ εἰκοστὸν ἔτος ἐκτίσαντος Ἀντωνῖνος ὁ κληθεὶς Εὐσεβὴς τὴν Ῥωμαίων ἀρχὴν διαδέχεται. τούτου δὲ ἐν ἔτει πρώτῳ Τελεσφόρου τὸν βίον ἑνδεκάτῳ τῆς λειτουργίας ἐνιαυτῷ μεταλλάξαντος ῾Υγῖνος τὸν κλῆρον τῆς Ῥωμαίων ἐπισκοπῆς παραλαμβάνει. ἱστορεῖ γε μὴν ὁ Εἰρηναῖος τὸν Τελεσφόρον μαρτυρίῳ τὴν τελευτὴν διαπρέψαι, δηλῶν ἐν ταὐτῷ, κατὰ τὸν δηλούμενον Ῥωμαίων ἐπίσκοπον ῾Υγῖνον Οὐαλεντῖνον ἰδίας αἱρέσεως εἰσηγητὴν , καὶ Κέρδωνα τῆς κατὰ Μαρκίωνα πλάνης ἀρχηγὸν ἐπὶ τῆς ῾Ρώμης ἄμφω γνωρίζεσθαι. γράφει δὲ οὕτως·

[Nic. H. E. ΙΙΙ, 4]. “ Οὐαλεντῖνος μὲν γὰρ ἦλθεν εἰς ῾Ρώμην ἐπὶ Ὑγίνου, ἤκμασε δὲ ἐπὶ Πίου, καὶ παρέμεινεν ἕως Ἀνικήτου. Κέρδων δὲ ὁ πρὸ Μαρκίωνος καὶ αὐτὸς ἐπὶ Ὑγίνου, ὃς ἦν ἔνατος ἐπίσκοπος, εἰς τὴν ἐκκλησίαν ἐλθὼν καὶ ἐξομολογούμενος οὕτω διετέλεσε, ποτὲ μὲν λαθροδι- ῾δασκαλῶν, ποτὲ δὲ πάλιν ἐξομολογούμενος , ποτὲ δὲ ἐλεγχόμενος ἐφ’ οἷς ἐδίδασκε κακῶς, καὶ ἀφιστάμενος τῆς τῶν ἀδελφῶν συνοδίας. ” ταῦτα δέ φησιν ἐν τρίτῳ τῶν πρὸς τὰς αἱρέσεις.

ἔν γε μὴν τῷ πρώτῳ αὐθις περὶ τοῦ Κέρδωνος ταῦτα διέξεισι “ Κέρδων δέ τις ἀπὸ τῶν περὶ τὸν Σίμωνα τὰς ἀφορμὰς λαβὼν, καὶ ἐπιδημήσας εἰς τὴν ῾Ρώμην ἐπὶ [*](12 Iren. III, 3, 3. p. 176. 18 Iren. III, 4, 3. p. 178. 29 Iren. 1, 27, 1. p. 105.)

v.4.p.148
“Ὑγίνου ἔνατον κλῆρον τῆς ἐπισκοπικῆς διαδοχῆς “ἀπὸ τῶν ἀποστόλων ἔχοντος, ἐδίδαξε τὸν ὑπὸ τοῦ ‘νόμου καὶ προφητῶν κεκηρυγμένον θεὸν μὴ εἶναι “ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. τὸν μὲν “ γὰρ γνωρίζεσθαι, τὸν δὲ ἀγνῶτα εἶναι , καὶ τὸν μέν “δίκαιον, τὸν δὲ ἀγαθὸν ὑπάρχειν. διαδεξάμενος δὲ “αὐτὸν Μαρκίων ὁ Ποντικὸς ηὔξησε τὸ διδασκαλεῖον, “ἀπηρυθριασμένως βλασφημῶν.’

ὁ δὲ αὐτὸς Εἰρηναῖος τὸν ἄπειρον βυθὸν τῆς Οὐαλεντίνου πολυπλανοῦς ὕλης εὐτονώτατα διαπλώσας , ἑρπετοῦ δίκην φωλεύοντος ἀπόκρυφον οὖσαν αὐτοῦ καὶ λεληθυῖαν ἀπογυμνοῖ τὴν κακίαν.

πρὸς τούτοις καὶ ἄλλον τινὰ, Μάρκος αὐτῷ ὄνομα, κατ’ αὐτοὺς γενέσθαι λέγει μαγικῆς κυβείας ἐμπειρότατον. γράφει δὲ καὶ τὰς ἀτελέστους αὐτῶν τελετὰς μυσαράς τε μυσταγωγίας ἐκφαίνων αὐτοῖς δὴ τούτοις τοῖς γράμμασιν