Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ἔτι δ’ ὁ αὐτὸς ἱστορεῖ, δεξάμενον τὸν Ἀδριανὸν παρὰ Σερεννίου Γρανιανοῦ, λαμπροτάτου ἡγουμένου, γράμματα ὑπὲρ Χριστιανῶν, περιέχοντα ὡς οὐ δίκαιον εἴη ἐπὶ μηδενὶ ἐγκλήματι, βοαῖς [*](9 lustin. Apol. I. c. 31. 17 lustin. Apol. II. c. 12.)

v.4.p.146
δήμου χαριζομένους, ἀκρίτως κτείνειν αὐτοὺς, ἀντιγράψαι Μινουκίῳ Φουνδανῷ ἀνθυπάτῳ τῆς Ἀσίας, προστάττοντα μηδένα κτείνειν ἄνευ ἐγκλήματος καὶ εὐλόγου κατηγορίας.

καὶ τῆς ἐπιστολῆς δὲ ἀντίγραφον παρατέθειται, τὴν ῾Ρωμαϊκὴν φωνὴν, ὡς εἷχε, διαφυλάξας. προλέγει δ᾿ αὐτῆς ταῦτα “καὶ ἐξ ἐπι- “στολῆς δὲ ταῦτα τοῦ μεγίστου καὶ ἐπιφανεστάτου “Καίσαρος Ἀδριανοῦ τοῦ πατρὸς ὑμῶν ἔχοντες ἀπαι- “τεῖν ὑμᾶς, καθὰ ἠξιώσαμεν κελεῦσαι τὰς κρίσεις “γίνεσθαι, τοῦτο οὐχ ὡς ὑπὸ Ἀδριανοῦ κελευσθὲν “μᾶλλον ἠξιώσαμεν, ἀλλὰ καὶ ἐκ τοῦ ἐπίστασθαι δι- “καίαν ἀξιοῦν τὴν προσφώνησιν. ὑπετάξαμεν δὲ καὶ “τῆς ἐπιστολῆς Ἀδριανοῦ τὸ ἀντίγραφον, ἵνα καὶ “τοῦτο ἀληθεύειν ἡμᾶς γνωρίζητε. καὶ ἔστι τόδε.”

τούτοις ὁ μὲν δηλωθεὶς ἀνὴρ αὐτὴν παρατέθειται τὴν ῾Ρωμαϊκὴν ἀντιγραφὴν, ἡμεῖς δ᾿ εἰς τὸ Ἑλληνι κὸν κατὰ δύναμιν αὐτὴν μετειλήφαμεν, ἔχουσαν ὧδε·