Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

Τῶν γε μὴν ἐν Ἱεροσολύμοις ἐπισκόπων τοὺς χρόνους γραφῆ̣ σωζομένους οὐδαμῶς ηὑρον· κομιδῆ γὰρ οὐν βραχυβίους αὐτοὺς λόγος κατέχει γενέσθαι.

τοσοῦτον δ’ ἐξ ἐγγράφων παρείληφα , ὡς μέχρι τῆς κατὰ Ἀδριανὸν Ἰουδαίων πολιορκίας πεντεκαιδεκα τὸν ἀριθμὸν αὐτόθι γεγόνασιν ἐπισκόπων διαδοχαὶ, οὓς πάντας Ἑβραίους φασὶν ὄντας ἀνέκαθεν τὴν γνῶσιν τοῦ Χριστοῦ γνησίως καταδέξασθαι, ὥστ’ ἤδη πρὸς τῶν τὰ τοιάδε ἐπικρίνειν δυνατῶν καὶ τῆς τῶν ἐπισκόπων λειτουργίας ἀξίους δοκιμασθῆναι· συνεστάναι γὰρ αὐτοῖς τότε τὴν πᾶσαν ἐκκλησίαν ἐξ Ἑβραίων πιστῶν , ἀπὸ τῶν ἀποστόλων καὶ εἰς τὴν τότε διαρκεσάντων πολιορκίαν , καθ’ ἣν Ἰουδαῖοι Ρωμαίων αὖθις ἀποστάντες οὐ μικροῖς πολέμοις ἥλωσαν.

διαλελοιπότων δ’ οὐν τηνικαῦτα τῶν ἐκ περιτομῆς ἐπισκόπων τοὺς ἀπὸ πρώτου νῦν αναγκαῖον ἂν εἴη καταλέξαι. πρῶτος τοιγαροῦν Ἰάκωβος ὁ τοῦ κυρίου λεγόμενος ἀδελφὸς ἦν, μεθ’ ὃν δεύτερος Συμεὼν, τρίτος Ἰοῦστος, Ζακχαῖος τέταρτος, πέμπτος Τωβίας, ἕκτος Βενιαμὶν , Ἰωάννης ἕβδομος, ὄγδοος Ματθίας, ἔνατος Φίλιππος, δέκατος Σενέκας, ἑνδέκατος Ἰοῦστος, Λευὶς δωδέκατος, Ἐφρῆς τρισκαιδέκατος, τεσσαρεσκαιδέκατος Ἰωσὴφ, ἐπὶ πᾶσι πεντεκαιδέκατος Ἰούδας.

τοσοῦτοι καὶ οἱ ἐπὶ τῆς Ἱεροσολύμων πόλεως ἐπίσκοποι ἀπὸ τῶν ἀποστόλων εἰς τὸν δηλούμενον διαγενόμενοι χρόνον, οἱ πάντες ἐκ περιτομῆς.

ἤδη δὲ δωδέκατον ἐχούσης ἔτος τῆς ἡγεμονίας Ἀδριανοῦ , Ξυστὸν δεκαέτη χρόνον ἀποπλήσαντα ἐπὶ τῆς Ῥωμαίων ἐπισκοπῆς ἕβδομος ἀπὸ

v.4.p.140
τῶν ἀποστόλων διαδέχεται Τελεσφόρος, ἐνιαυτοῦ δὲ μεταξὺ καὶ μηνῶν διαγενομένου τῆς Ἀλεξανδρέων παροικίας τὴν προστασίαν Εὐμένης ἕκτῳ κλήρῳ διαδέχεται, τοῦ πρὸ αὐτοῦ ἔτεσιν ἕνδεκα διαρκέσαντος.