Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. III, 25] Ἔτει δὲ τρίτῳ τῆς αὐτῆς ἡγεμονίας Ἀλέξανδρος Ῥωμαίων ἐπίσκοπος τελευτᾷ, δέκατον τῆς οἰκονομίας ἀποπλήσας ἔτος. Ξυστὸς ἠν

v.4.p.139
τούτῳ διάδοχος. καὶ τῆς Ἀλεξανδρέων δὲ παροικίας ἀμφὶ τὸν αὐτὸν χρόνον Πρῖμον μεταλλάξαντα δωδεκάτῳ τῆς προστασίας ἔτει διαδέχεται Ἰοῦστος.

Τῶν γε μὴν ἐν Ἱεροσολύμοις ἐπισκόπων τοὺς χρόνους γραφῆ̣ σωζομένους οὐδαμῶς ηὑρον· κομιδῆ γὰρ οὐν βραχυβίους αὐτοὺς λόγος κατέχει γενέσθαι.

τοσοῦτον δ’ ἐξ ἐγγράφων παρείληφα , ὡς μέχρι τῆς κατὰ Ἀδριανὸν Ἰουδαίων πολιορκίας πεντεκαιδεκα τὸν ἀριθμὸν αὐτόθι γεγόνασιν ἐπισκόπων διαδοχαὶ, οὓς πάντας Ἑβραίους φασὶν ὄντας ἀνέκαθεν τὴν γνῶσιν τοῦ Χριστοῦ γνησίως καταδέξασθαι, ὥστ’ ἤδη πρὸς τῶν τὰ τοιάδε ἐπικρίνειν δυνατῶν καὶ τῆς τῶν ἐπισκόπων λειτουργίας ἀξίους δοκιμασθῆναι· συνεστάναι γὰρ αὐτοῖς τότε τὴν πᾶσαν ἐκκλησίαν ἐξ Ἑβραίων πιστῶν , ἀπὸ τῶν ἀποστόλων καὶ εἰς τὴν τότε διαρκεσάντων πολιορκίαν , καθ’ ἣν Ἰουδαῖοι Ρωμαίων αὖθις ἀποστάντες οὐ μικροῖς πολέμοις ἥλωσαν.