Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 6] Πλεῖστα δὲ οὑτος καταλέλοιπεν ἡμῖν πεπαιδευμένης διανοίας καὶ περὶ τὰ θεῖα ἐσπουδακυίας ὑπομνήματα , πάσης ὠφελείας ἔμπλεα, ἐφ’ ἃ τοὺς φιλομαθεῖς ἀναπέμψομεν , τὰ εἰς ἡμετέραν γνῶσιν ἐλθόντα χρησίμως παρασημηνάμενοι.

ὁ μέν τίς ἐστιν αὐτῷ λόγος πρὸς Ἀντωνῖνον τὸν Εὐσεβῆ προσαγορευθέντα καὶ τοὺς τούτου παῖδας τήν τε ῾Ρωμαίων σύγκλητον προσφωνητικὸς ὑπὲρ τῶν

v.4.p.168
καθ᾿ ἡμᾶς δογμάτων, ὁ δὲ δευτέραν περιέχων ὑπὲρ τῆς ἡμετέρας πίστεως ἀπολογίαν, ἣν πεποίηται πρὸς τὸν τοῦ δεδηλωμένου αὐτοκράτορος διάδοχόν τε καὶ ὁμώνυμον Ἀντωνῖνον Οὐῆρον, οὗ τὰ κατὰ τοὺς χρόνους ἐπὶ τοῦ παρόντος διέξιμεν.

καὶ ἄλλος ὁ πρὸς Ἕλληνας, ἐν ᾧ μακρὸν περὶ πλείστων παρ᾿ ἡμῖν τε καὶ τοῖς Ἑλλήνων φιλοσόφοις ζητουμένων κατατείνας λόγον περὶ τῆς τῶν δαιμόνων διαλαμβάνει φύσεως· ἃ οὐδὲν ἂν ἐπείγοι τὰ νῦν παρατίθεσθαι.

καὶ αὖθις ἕτερον πρὸς Ἕλληνας εἰς ἡμᾶς ἐλήλυθεν αὐτοῦ σύγγραμμα, ὃ καὶ ἐπέγραψεν ἔλεγχον. καὶ παρὰ τούτους ἄλλο περὶ θεοῦ μοναρχίας, ἣν οὐ μόνον ἐκ τῶν παρ᾿ ἡμῖν γραφῶν, ἀλλὰ καὶ ἐκ τῶν Ἑλληνικῶν συνίστησι βιβλίων.

ἐπὶ τούτοις ἐπιγεγραμμένον ψάλτης, καὶ ἄλλο σχολικὸν περὶ ψυχῆς, ἐν ᾧ διαφόρους πεύσεις προτείνας περὶ τοῦ κατὰ τὴν ὑπόθεσιν προβλήματος, τῶν παρ᾿ Ἕλλησι φιλοσόφων παρατίθεται τὰς δόξας, αἷς καὶ ἀντιλέξειν ὑπισχνεῖται, τήν τε αὐτὸς αὐτοῦ δόξαν ἐν ἑτέρῳ παραθήσεσθαι συγγράμματι.

καὶ διάλογον δὲ πρὸς Ἰουδαίους συνέταξεν, ὃν ἐπὶ τῆς Ἐφεσίων πόλεως πρὸς Τρύφωνα τῶν τότε Ἑβραίων ἐπισημότατον πεποίηται, ἐν ᾧ τίνα τρόπον ἡ θεία χάρις αὐτὸν ἐπὶ τὸν τῆς πίστεως παρώρμησε λόγον δηλοῖ, ὁποίαν τε πρότερον περὶ τὰ φιλόσοφα μαθήματα σπουδὴν εἰσενήνεκται καὶ ὅσην ἐποιήσατο τῆς ἀληθείας ἐκθυμοτάτην ζήτησιν.

ἱστορεῖ δ᾿ ἐν ταὐτῷ περὶ Ἰουδαίων, ὡς κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπιβουλὴν συσκευασαμένων, αὐτὰ ταῦτα πρὸς τὸν Τρύφωνα ἀποτεινόμενος· “οὐ μόνον δὲ οὐ “μετενοήσατε ἐφ᾿ οἷς ἐπράξατε κακῶς, ἀλλὰ ἄνδρας [*](21 Iustin. c. Tryph. c. 17.)

v.4.p.169
“ ἐκλεκτοὺς ἐκλεξάμενοι τότε ἀπὸ ῾Ιερουσαλὴμ ἐξεπέμ- ”ψατε εἰς ἅπασαν τὴν γῆν λέγοντες αἵρεσιν ἄθεον “ Χριστιανῶν πεφάνθαι, καταλέγοντές τε ταῦτα, ἅπερ καθ’ ἡμῶν οἱ ἀγνοοῦντες ἡμᾶς πάντες λέγουσιν, “ὥστε οὐ μόνον ἑαυτοῖς ἀδικίας αἴτιοι ὑπάρχετε, ἀλλὰ “καὶ τοῖς ἄλλοις ἅπασιν ἁπλῶς ἀνθρώποις.”

δὲ καὶ ὡς ὅτι μέχρι καὶ αὐτοῦ χαρίσματα προφητικὰ διέλαμπεν ἐπὶ τῆς ἐκκλησίας. μέμνηται δὲ καὶ τῆς Ἰωάννου ἀποκαλύψεως , σαφῶς τοῦ ἀποστόλου αὐτὴν εἶναι λέγων. καὶ ῥητῶν δέ τινων προφητικῶν μνημονεύει, διελέγχων τὸν Τρύφωνα, ὡσὰν περικοψάντων αὐτὰ Ἰουδαίων ἀπὸ τῆς γραφῆς. πλεῖστα δὲ καὶ ἕτερα παρὰ πολλοῖς φέρεται ἀδελφοῖς τῶν αὐτοῦ πόνων.

οὑτωσὶ δὲ σπουδῆς εἶναι ἄξιοι καὶ τοῖς παλαιοῖς ἐδόκουν οἱ τἀνδρὸς λόγοι ὡς τὸν Εἰρηναῖον ἀπομνημονεύειν αὐτοῦ φωνὰς, τοῦτο μὲν ἐν τῷ τετάρτῳ πρὸς τὰς αἱρέσεις αὐτὰ δὴ ταῦτα ἐπιλέγοντα “καὶ καλῶς ὁ Ἰουστῖνος ἐν τῷ πρὸς Μαρκίωνα συντάγματί φησιν ὅτι αὐτῷ τῷ κυρίῳ οὐκ ἂν ἐπεί- ‘σθην ἄλλον θεὸν καταγγέλλοντι παρὰ τὸν δημιουργόν,” τοῦτο δὲ ἐν τῷ πέμπτῳ τῆς αὐτῆς ὑποθέσεως διὰ τούτων “καὶ καλῶς ὁ Ἰουστῖνος ἔφη ὅτι πρὸ μὲν “τῆς τοῦ κυρίου παρουσίας οὐδέποτε ἐτόλμησεν ὁ σα- “τανᾶς βλασφημῆσαι τὸν θεὸν , ἅτε μηδέπω “αὐτοῦ τὴν κατάκρισιν.”

καὶ ταῦτα δὲ ἀναγκαίως εἰρήσθω , εἰς προτροπὴν τοὐ μετὰ σπουδῆς τοὺς φιλομαθεἴς καὶ τοὺς τούτου περιέπειν λόγους. καὶ τὰ μὲν κατὰ τόνδε τοιαῦτα ἠν.