Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. III, 33] Ὁ δ’ αὐτὸς ἀνὴρ πρὸ τοῦ κατ’ αὐτὸν ἀγῶνος ἑτέρων πρὸ αὐτοῦ μαρτυρησάντων ἐν τῇ προτέρᾳ αὐτοῦ μνημονεύει ἀπολογίᾳ, χρησίμως τῇ ὑποθέσει καὶ ταῦτα ἱστορῶν.

γράφει δὲ ὧδε “ γυνή τις συνεβίου ἀνδρὶ ἀκολασταίνοντι, ἀκολασταίνουσα καὶ αὐτὴ πρότερον. ἐπειδὴ δὲ τὰ “τοῦ Χριστοῦ διδάγματα ἔγνω, ἐσωφρονίσθη, καὶ τὸν ἄνδρα ὁμοίως σωφρονεῖν πείθειν ἐπειρᾶτο , τὰ δι- “δάγματα ἀναφέρουσα, τήν τε μέλλουσαν τοῖς οὐ σω- “φρόνως καὶ μετὰ λόγου ὀρθοῦ βιοῦσιν ἔσεσθαι ἐν “αἰωνίῳ πυρὶ κόλασιν ἀπαγγέλλουσα.

ὁ δὲ ταῖς “ αὐταῖς ἀσελγείαις ἐπιμένων ἀλλοτρίαν διὰ τῶν πράξεων ἐποιεῖτο τὴν γαμετήν. ἀσεβὲς γὰρ ἡγουμένη “ τὸ λοιπὸν ἡ γυνὴ συγκατακλίνεσθαι ἀνδρὶ παρὰ “ τὸν τῆς φύσεως νόμον καὶ παρὰ τὸ δίκαιον πόρους “ ἡδονῆς ἐκ παντὸς πειρωμένῳ ποιεῖσθαι τῆς συζυ- “γίας χωρισθῆναι ἐβουλήθη.

καὶ ἐπεὶ ἐξεδυσω- “πεῖτο ὑπὸ τῶν αὐτῆς, ἔτι προσμένειν συμβουλευόν- “των, ὡς εἰς ἐλπίδα μεταβολῆς ἥξοντός ποτε τοῦ “ ἀνδρὸς , βιαζομένη ἑαυτὴν ἐπέμενεν.

ἐπειδὴ δὲ “ ὁ ταύτης ἀνὴρ εἰς τὴν Ἀλεξάνδρειαν πορευθεὶς χα- “λεπώτερα πράττειν ἀπηγγέλθη , ὅπως μὴ κοινωνὸς “ τῶν ἀδικημάτων καὶ ἀσεβημάτων γένηται , μένουσα [*](12 lustin. Apol. ΙΙ. c. 2.)

v.4.p.166
“ἐν τῇ συζυγίᾳ , καὶ ὁμοδίαιτος καὶ ὁμόκοιτος γινο- “μένη, τὸ λεγόμενον παρ’ ἡμῖν ῥεπούδιον δοῦσα “ ἐχωρίσθη.

ὁ δὲ καλὸς κἀγαθὸς ταύτης ἀνὴρ, δέον “αὐτὸν χαίρειν, ὅτι ἃ πάλαι μετὰ τῶν ὑπηρετῶν καὶ “τῶν μισθοφόρων εὐχερῶς ἔπραττε, μέθαις χαίρουσα ’῾καὶ κακίᾳ πάσῃ, τούτων μὲν τῶν πράξεων πέπαυτο, “καὶ αὐτὸν τὰ αὐτὰ παύσασθαι πράττοντα ἐβούλετο, μὴ βουλομένου ἀπαλλαγείσης κατηγορίαν πεποίηται, “λέγων λέγων αὐτὴν Χριστιανὴν εἶναι.

καὶ ἡ μὲν βιβλί- “διόν διόν σοι τῷ αὐτοκράτορι ἀναδέδωκε, πρότερον συγ- “ χωρηθῆναι αὐτῇ διοικήσασθαι τὰ ἑαυτῆς ἀξιοῦσα, ῾ ἔπειτα ἀπολογήσασθαι περὶ τοῦ κατηγορήματος μετὰ ‘τὴν τᾶν πραγμάτων αὐτῆς διοίκησιν. καὶ συνεχώ- “ρησας τοῦτο.

ὁ δὲ ταύτης ποτὲ ἀνὴρ , πρὸς ἐκεί- “νην μὲν μὴ δυνάμενος τὰ νῦν ἔτι λέγειν, πρὸς Πτολεμαῖόν τινα, ὃν Οὐρβίκιος ἐκολάσατο , διδάσκαλον “ ἐκείνης τῶν Χριστιανῶν μαθημάτων γενόμενον, ἐτράπετο διὰ τοῦδε τοῦ τρόπου.

ἑκατόνταρχον “εἰς δεσμὰ ἐμβαλόντα τὸν Πτολεμαῖον , φίλον αὐτῷ “ὑπάρχοντα, ἔπεισε λαβέσθαι τοῦ Πτολεμαίου καὶ ἀνερωτῆσαι εἰ, αὐτὸ τοῦτο μόνον, Χριστιανός ἐστι. “καὶ τὸν Πτολεμαῖον φιλαλήθη , ἀλλ’ οὐκ ἀπατηλὸν “ οὐδὲ ψευδολόγον τὴν γνώμην ὄντα, ὁμολογήσαντα ἑαυτὸν εἶναι Χριστιανὸν , ἐν δεσμοῖς γενέσθαι ὁ “ ἑκατόνταρχος πεποίηκε, καὶ ἐπὶ πολὺν χρόνον ἐν “ τῷ δεσμωτηρίῳ ἐκολάσατο.

τελευταῖον δὲ ὅτε “ ἐπὶ Οὐρβίκιον ἤχθη ὁ ἄνθρωπος, ὁμοίως αὐτὸ τοῦτο ‘μόνον ἐξητάσθη, εἰ εἴη Χριστιανός. καὶ πάλιν τὰ “ καλὰ ἑαυτῷ συνεπιστάμενος διὰ τὴν ἀπὸ τοῦ Χρι- “στοῦ διδαχὴν , τὸ διδασκαλεῖον τῆς θείας ἀρετῆς ὡμολόγησεν.

ὁ γὰρ ἀρνούμενος ὁτιοῦν ἢ κα- “τεγνωκὼς τοῦ πράγματος ἔξαρνος γίνεται, ἢ ἑαυτὸν

v.4.p.167
“ἀνάξιον ἐπιστάμενος καὶ ἀλλότριον τοῦ πράγματος “ τὴν ὁμολογίαν φεύγει. ὧν οὐδὲν πρόσεστι τῷ ἀληθινῷ Χριστιανῷ.

καὶ τοῦ Οὐρβικίου κελεύσαν- ‘τος αὐτὸν ἀπαχθῆναι , Λούκιός τις, καὶ αὐτὸς ὢν ῾ Χριστιανὸς , ὁρῶν τὴν ἀλόγως οὕτω γενομένην κρίσιν, πρὸς τὸν Οὐρβίκιον ἔφη ‘τίς ἡ αἰτία τοῦ μήτε μοιχὸν, μήτε πόρνον, μήτε ἀνδροφόνον, μήτε λωποδύτην, μήτε ἅρπαγα, μήτε ἁπλῶς ἀδίκημά τι πράξαντα ἐλεγχόμενον , ὀνόματος δὲ Χριστιανοῦ “ πρωσωνυμίαν ὁμολογοῦντα τὸν ἄνθρωπον τοῦτον “ἐκολάσω; οὐ πρέποντα Εὐσεβεῖ αὐτοκράτορι οὐδὲ φιλοσόφῳ Καίσαρος παιδὶ, οὐδὲ ἱερᾷ συγκλήτῳ κρίνεις, ὠ Οὐρβίκιε.᾿

καὶ ὃς οὐδὲν ἄλλο ἀποκρινάμενος καὶ πρὸς τὸν Λούκιον ἔφη ῾δοκεῖς μοι καὶ σὺ εἶναι τοιοῦτος.’ καὶ τοῦ Λουκίου φήσαντος ῾μάλιστα᾿ πάλιν καὶ αὐτὸν ἀπαχθῆναι ἐκέλευσεν. ὁ δὲ χάριν εἰδέναι ὡμολόγει · πονηρῶν γὰρ δεσποτῶν τῶν τοιούτων ἀπηλλάχθαι ἐπεῖπε, καὶ παρὰ ἀγαθὸν πατέρα καὶ βασιλέα τὸν θεὸν πορεύεσθαι. καὶ ἄλλος δὲ τρίτος ἐπελθὼν κολασθῆναι προσετιμήθη. ” τούτοις ὁ Ἰουστῖνος εἰκότως καὶ ἀκολούθως ἃς προεμνημονεύσαμεν αὐτοῦ φωνὰς ἐπάγει λέγων “κἀγὼ οὐν προσδοκῶ ὑπό τινος τῶν ὠνομασμένων ἐπιβουλευθῆναι” καὶ τὰ λοιπά.